Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐπὶ παντὸς ἀγαθοῦ ποιουμένη οὐ διαλείπω. εὔχομαι δὲ τοῖς θεοῖς, ἵνʼ ὑγιαίνοντά σε ὑποδέξωμαι
κατὰ πολλοὺς τρόπους, ὅτι καὶ ἐκ πολεμίων ἡμᾶς ἔρυσαι(*) καὶ πάλι εἰς πολεμίους ἡμᾶς ἀφεὶς ἀπελήλυθας.
γείνωσκε οὖ\ν/, καθὼς ἐπέταξας ἐκφέρειν καὶ πωλεῖν τὰ περισσὰ ἐξενεκκάσης(*) μου τὸ ἐκκοίμητρον(*)
5ἐπειλῆμφθαι Νέωνα αὐτοῦ ἐν τῇ ἀγορᾷ καὶ ὕβριν οὐ τὴν τυχοῦσαν ποιησάμενος
περιείλετο αὐτό. ἐκρίθη οὖν μοι, καθότι εἶχον δίκαια σοῦ ἀπόντος μᾶλλον ἢ παρόντος
ἐντυχεῖν τῷ ἐπὶ τῆς πόλεως. ὅτε δέ μοι συκκατέστη(*) διαθείς με τὰ πάνδεινα,
συνεκρίθη κατασφραγισθῆναι αὐτὸ καὶ κεῖσθαι ἐν τῷ ἀρχέῳ(*), ἕως ὅτου παραγένῃ·
ἔλεγε γὰρ μήτε σὲ στρατεύεσθαι μήτʼ ἐμὲ εἶναι ἀποσκευήν. ἀναπεπλευκέναι δέ σε χάριν
10ἐργασίας καὶ μὴ εἶναί σε ἐμ(*) βασικῷ(*) παραγγέλματι. ἠγωνίακα δὲ οὐχ ὡς ἔτυχεν
χάριν τοῦ Μαρσύαν μὲν ἀπεσταλκέναι ἐπιστολήν, σὲ δὲ μηθέν μοι γεγραφηκέναι.
χαριῇ οὖν μοι ἔτι καὶ νῦν ἀντιγράψας τὰ περί σε, τίνα ἐστίν, ὅπως ἀναγωνίατος ὠμαι(*),
ἄν σοι φαίνηται. vac. ? ἐπιμέλου δὲ σατοῦ(*), ἵνα ὑγιαίνονταί(*) σε ἀσπάσωμαι. (hand 2?) ἐπισκοποῦ δὲ Μαρσύαν
ἐπισκοπεῖται δέ σε καὶ Ἀλίνη καὶ τὰ παιδία. vac. ? κʼ Ἀμμώνειον.
15ἔρρωσο. (ἔτους) μδ, Φαῶφι ε.
παρὰ πάντα δέ σοι ἐντέλλομ\α/ι μνησθῆναι, ὥς με ἐνκα\τα/λέλοιπας μόνην ὡς τοὺς κύνας,
καὶ ἐν οἷς παρεκάλεις, οὐκ ἐνέμεινας. ἔτι οὖν καὶ νῦν μνήσθητι ἡμῶν.