Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,1
r,2
r,2
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν
Φιλοπατόρων ἔτους τετάρτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος
ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐερ-
γετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου
5Βερενίκης Εὐεργέτιδος τῆς οὔσης ἐν Ἀλεξανδρείαι, κανηφόρου
Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι, ἱερείας Ἀρσινόης
Φιλοπάτ[ο]ρος τῆς οὔσης ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ὀγδόηι
καὶ εἰκάδι Θωὺθ ὀγδόηι καὶ εἰκάδι, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐ-
του νομοῦ. ἐδάνεισεν Ἀπολλώνιος Πρωτογένου Ἰουδαῖος τῆς ἐπι-
10γ[ο]νῆς Σωστράτωι Νεοπτολέμου Ἰουδαίωι τῆς ἐπιγονῆς χαλκοῦ
νομίσματος τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας ἄτοκα εἰς
ἐνιαυτὸν ἀπὸ τοῦ προγεγραμμένου χρόνου ἐπὶ ὑποθήκηι τῆι
ὑπαρχούσηι αὐτῶι οἰκίαι καὶ αὐλῆι καὶ τοῖς συγκυροῦσι πᾶσι τοῖς
οὖσιν ἐν Ἀπιάδι τῆς Θεμίστου μερίδος, ὧν μέτρα νότου ἐπὶ βορρᾶ[ν]
15πήχεις εἴκοσι , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις εἴκοσι , γείτονες δ̣[ὲ]
[ν]ότου Σωπάτρας οἰκία, βορρᾶ καὶ ἀπηλιώτου ῥύμαι, λιβὸς Ἁρπάλο̣[υ]
[κ]αὶ Σωστράτου οἰκία, < > αὐτοῖς ἐν τῶι προγεγραμμένωι χρόνωι. τὸ δὲ
[δ]άνειον τοῦτο ἀποδότω Σώστρατος Ἀπολλωνίωι ἐν τῶι ἐνιαυ[τῶι],
[ἐ]ὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἐξέστω Ἀπολλωνίωι ἐπικα-
20[τ]αβολὴν ποιήσασθαι τῆς ὑποθήκης ἀκολούθως τῶι διαγράμματι.
βεβαιούτω δὲ Σώστρατος Ἀπολλωνίωι τὴν ὑποθήκην ταύτη[ν]
καὶ παρεχέσθω αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπι-
δάνειστον ἄλλου δανείου καὶ καθαρὰν ἀπὸ βασιλικῶν. ἐὰν δὲ μὴ
βεβαιοῖ ἢ μὴ παρέχηται καθὰ γέγραπται ἢ κίνδυνός τις γένη-
25ται περὶ τὴν ὑποθήκην ταύτην ἤ̣τ̣ο̣ι̣ περὶ πᾶσαν ἢ μέρος
αὐτῆς τρόπωι ὡιποτοῦν(*), ἀποδότω Σώστρατος Ἀπολλωνίωι
τὸ δάνειον τοῦτο ἐντὸς τοῦ ἐνιαυτοῦ παραχρῆμα. ἐὰν δὲ μὴ ἀπο-
δῶι καθὰ γέγραπται, ἀποτεισάτω Σώστρατος Ἀπολλωνίωι
παραχρῆμα τὸ δάνειον ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος
30χρόνου τόκον ὡς ἐγ(*) δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστ[ον].
ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ.
——
διὰ Βουβάκου τοῦ καὶ̣ Σ̣θ̣ενέ̣ου καλουμένου.
Ἀπολλώνιος ὡς (ἐτῶν) λε εὐμεγ(έθης) μελίχ[ρ(ως)]
ὑποχάρο(ψ) ὦτʼ ἀφεσ(τηκότα).
35Σώστρατος ὡς (ἐτῶν) λε μέσ(ος) μελίχρ(ως) επ[ ̣ ̣ ̣]( )
[ -ca.?- οὔ]λ̣[ὴ ὑ]πὲρ ὀφρὺν δεξιά̣ν̣.
vΦιλοπατόρων ἔτους τετάρτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος