Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Φανίαι τῶν πρώτων φίλων
καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων
παρʼ Ὀννώφριος τοῦ Πετεμούνιος βασι-
λικοῦ γεωργοῦ τῶν ἐξ Ὀξυρύγχων.
5συνγεωργοῦντός μου Μεστασύτμει
τῶι καὶ Πατῆτι Πετεμούνιος τῶι
ἀδελφῶι μου βασιλικῆς γῆς (ἀρούρας) ιβ
περὶ τὴν κώμην, ἐν δὲ τῶι λβ (ἔτει)
Ἐπεὶφ τοῦ διασαφουμένου μου ἀδελφοῦ
10μεταλλάξαντος τὸν βίον οὔτε σπέρμα
οὔτʼ ἄλλο οὐθὲν ἁπλῶς ἀπολιπόντος,
ὅθεν ἠνάγκασμαι ἅπασαν τὴν γῆν
ἐπανελέσθαι, καὶ καμοῦ(*) πρὸς τῶι ποτισμῶι
καὶ τοῖς ἔργοις γινομένου, ἡ τοῦ
15Μεστασύτμιος γενομένη γυνὴ
Αὖγχις, κακοσχολοῦσα καὶ διασεῖσαί
με βουλομένη παρὰ τὴν σὴν πρ[ο]αίρεσιν
καὶ τὸ καλῶς ἔχον, ἐπιδέδωκεν
κατʼ ἐμοῦ ὑπομνήματα ὡς ἀπενη-
20νεγμένου ἀπὸ τῶν τοῦ Μεστασύτμιος
πυροῦ (ἀρτάβας) ι καὶ τήλεως (ἀρτάβας) ι,
οὐθένος τοιούτου ὄντος, καὶ διʼ ὃν πε-
πόηται(*) παραλογισμὸν συμβέβη-
κεν περισπᾶσθαί με ἀλόγως ἀπὸ
25τῆς βασιλικῆς γῆς, ἔτι δὲ καὶ
ἐπελθοῦσα κατεσφράγισταί μου οἶκον
ἐν ὧι τήλεως̣ ε̣ἰ̣ς̣ (ἀρτάβας) β. διʼ ἣν αἰτίαν
τὴν ἐπὶ σὲ καταφυγὴν πεποημένος(*)
ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι
30γράψαι Σαραπίωνι τῶι ἐπιστάτει(*)
ἐξαποστεῖλαι αὐτὴν ἐπὶ σέ, ἵνʼ ἐγὼ
μὲν τύχω τοῦ δικαίου αὐτὴ δʼ ἐπι-
πληχθῆι. τούτου δὲ γενομένου ἔσο̣μ̣α̣ι̣
βεβοηθημένος.
35εὐτύχει.
καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων
παρʼ Ὀννώφριος τοῦ Πετεμούνιος βασι-
λικοῦ γεωργοῦ τῶν ἐξ Ὀξυρύγχων.
5συνγεωργοῦντός μου Μεστασύτμει
τῶι καὶ Πατῆτι Πετεμούνιος τῶι
ἀδελφῶι μου βασιλικῆς γῆς (ἀρούρας) ιβ
περὶ τὴν κώμην, ἐν δὲ τῶι λβ (ἔτει)
Ἐπεὶφ τοῦ διασαφουμένου μου ἀδελφοῦ
10μεταλλάξαντος τὸν βίον οὔτε σπέρμα
οὔτʼ ἄλλο οὐθὲν ἁπλῶς ἀπολιπόντος,
ὅθεν ἠνάγκασμαι ἅπασαν τὴν γῆν
ἐπανελέσθαι, καὶ καμοῦ(*) πρὸς τῶι ποτισμῶι
καὶ τοῖς ἔργοις γινομένου, ἡ τοῦ
15Μεστασύτμιος γενομένη γυνὴ
Αὖγχις, κακοσχολοῦσα καὶ διασεῖσαί
με βουλομένη παρὰ τὴν σὴν πρ[ο]αίρεσιν
καὶ τὸ καλῶς ἔχον, ἐπιδέδωκεν
κατʼ ἐμοῦ ὑπομνήματα ὡς ἀπενη-
20νεγμένου ἀπὸ τῶν τοῦ Μεστασύτμιος
πυροῦ (ἀρτάβας) ι καὶ τήλεως (ἀρτάβας) ι,
οὐθένος τοιούτου ὄντος, καὶ διʼ ὃν πε-
πόηται(*) παραλογισμὸν συμβέβη-
κεν περισπᾶσθαί με ἀλόγως ἀπὸ
25τῆς βασιλικῆς γῆς, ἔτι δὲ καὶ
ἐπελθοῦσα κατεσφράγισταί μου οἶκον
ἐν ὧι τήλεως̣ ε̣ἰ̣ς̣ (ἀρτάβας) β. διʼ ἣν αἰτίαν
τὴν ἐπὶ σὲ καταφυγὴν πεποημένος(*)
ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι
30γράψαι Σαραπίωνι τῶι ἐπιστάτει(*)
ἐξαποστεῖλαι αὐτὴν ἐπὶ σέ, ἵνʼ ἐγὼ
μὲν τύχω τοῦ δικαίου αὐτὴ δʼ ἐπι-
πληχθῆι. τούτου δὲ γενομένου ἔσο̣μ̣α̣ι̣
βεβοηθημένος.
35εὐτύχει.