Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
τοῖς τὸ λη (ἔτος) ἄρχουσι
——
παρὰ Βερενίκης τῆς Ἀρχαγ̣ά̣θου
Ἰουδαίας τῶν ἐξ Ἀ̣φ[ρο]δ̣ί̣της πόλ̣ε̣[ω]ς̣.
5τοῦ λζ (ἔτους) Φα̣μ̣ε̣ν[ὼ]θ Δημήτριο̣ς̣
Φιλώτου Ἰουδ̣αῖο̣ς τῶν καταγινο-
μένων ἐν Π̣ειμπασβύτει
π̣ροήκατό μ̣ο̣ι̣ ἐπιστολὴν ὅρκου
πατρίου διομολογούμενος ἀποδ̣ώ̣-
10σει̣ν μοι τὴν συνκεχωρημένην
τ̣ι̣μὴν ἧς ἐώνητο παιδίσκης Ῥώμ̣η̣ς̣
κ̣α̣ὶ̣ τοῦ ἐκ ταύτης τέκνου ἐν
μηνὶ Παῦνι τοῦ αὐτοῦ (ἔτους) χα(λκοῦ) (τάλαντα) η ,
ἐ̣ὰ̣ν̣ δὲ μὴ ἀ̣π̣οδ̣ῶι, ἀποτείσειν
15ἐ̣ν̣ τῶι ἐ̣χομ̣ένωι μη̣νὶ Ἐπεὶφ
σ̣ὺ̣ν̣ ἡ̣μιολίαι καὶ εἰς τὸ βασιλικὸν
ἐπ̣ί̣τ̣ιμον ἀργ(υρίου) (δραχμὰς(?)) ο̣η ἄνευ πάσης
κ̣[ρ]ί̣σ̣εως καὶ καταστάσεως,
δ̣ώ̣σ̣ειν δὲ καὶ μισθὸν κατ̣ὰ
20μῆ̣ν̣α τροφῶι τοῦ μὲν
ἱμ̣α̣τισμοῦ χα(λκοῦ) Βφ ἕως ιε τοῦ
Φα̣μ̣ε̣ν̣ὼ̣θ κα̣ὶ̣ (πυροῦ) (ἀρτάβας) ̣ μέ̣τ̣ρα δύο
μη̣ν̣ῶν δ κατὰ μ̣ῆ̣ν̣α̣ ἐλαίο̣υ̣
κο̣τύ(λας) β τοῦ μηνός, ἀπὸ δὲ τ̣οῦ Παῦ̣ν̣[ι]
25κα̣τ̣ὰ̣ μ̣ῆνα (πυροῦ) (ἀρτάβην) α, ἐλαίου κοτύ̣(λας) β,
τα̣[ῦ]τ̣α δὲ καὶ ἄλ̣λ̣α τῆς ἐπισ̣τ̣ολῆς
πε̣ριεχούσης καὶ τοῦ Φιλώτου
μη̣θέν μοι ἀποδεδ̣ωκότ[ο]ς̣ μ̣έχρι̣
το̣[ῦ] ν̣ῦ̣ν, ἀλλὰ πα̣[ρα]βεβηκότος τ̣ὸν
30πά̣τ̣ριον νόμον, διὸ ἠ̣ναγκα̣σ̣[μ]έ̣νη
ξε̣ν̣ιτείας πεῖραν λ̣αμ̣βάν̣ε̣ι̣ν̣ κα̣ὶ̣
π̣α̣ρ̣ακεκ̣ο̣μικυῖα πρὸς ὑμᾶς ἄ̣[λ-]
λ̣η̣[ν τῶ]ν ἐν Ἀφροδίτης πόλει Ἰουδαίω̣ν̣
πε̣ρ̣ὶ τού̣τ̣[ου] ἐ̣π̣ι̣στολὴν̣ ἀξιῶ
35ἐὰ̣ν̣ φα̣ί̣ν̣ητ̣α̣ι̣ σ̣[υντ]ά̣ξ̣α̣ι̣ τ̣ῶ̣ι̣ [ὑ]π̣η̣ρέτ̣ει(*)
πα̣ραπ̣έ[μ]ψ̣αι τ̣ὸ̣ν̣ Δημήτρι̣ο̣ν̣ κ̣αὶ ἀ̣ν̣α̣-
κ̣α̣λεσ̣α̣μένους̣ αὐτ̣ὸ̣ν̣ ἐπαναγκ[ά]σ̣[α]ι̣
παραχρῆμα ἀποδ̣οῦναι κ̣α̣ὶ ἀ̣π̣ο̣τ̣ε̣ῖ̣σαι
σ̣ὺν ἡμιολίαι (τάλαντα) ιβ κ̣α̣ὶ̣ τ̣ ̣[ ̣]- ca.9 - Β̣φ̣
40καὶ τὸ̣ν πό̣ρ̣ο̣ν καὶ τἆλλα ἀκολούθ̣ω̣ς
τῶι ὅρκωι, περὶ δ̣ὲ̣ [τ]οῦ εἰς τ̣ὸ̣ βασ̣ιλικὸ̣ν̣ ἐπ̣ιτίμου
κατ̣ὰ̣ τοῦ παραβεβη̣κ̣ό̣τ̣ο̣ς̣ διαλα̣β̣εῖν̣ μισοπ̣ο̣νή̣ρ̣ω̣ς̣.
——
(hand 2) (ἔτους) [λ]η Παχὼν κθ ̣ ̣ ̣
45λ[ ̣]π̣ ̣ ̣τ̣ ̣ ̣ν- ca.9 -τ̣
-- -- -- -- -- -- -- -- -- --
(inverse) 46 ται α̣υτ̣ ̣[ ̣] ̣ ̣ ̣[ -ca.?- ]
(inverse) καὶ̣ ταύ̣τ̣η̣ς̣ ε̣ ̣[ ̣ ̣] ̣ ̣ ̣ς̣
v——