Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Μεγχεῖ κ̣[ωμογραμματεῖ]
Κερκεοσίρεω̣[ς]
παρὰ Τεῶτος [τοῦ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
βασιλικοῦ γεωρ[γοῦ τῶν]
5ἐκ τῆς αὐτῆς. τῆ̣ι̣ η̣ τοῦ
Μεσορὴ τοῦ δ (ἔτους) ὄντος μου
σὺν τοῖς ἄλλοις π̣ρεσβυτέροις
[τῶ]ν γεωργῶν πρὸς τῆι
πρακτορε̣ί̣α̣ι̣ τῶν ἐ̣ν̣οφειλο-
10μ̣[έ]νων [πρὸ]ς τὴν μίσθωσιν
τοῦ αὐτοῦ ἔτ̣ο̣υς, ἐπελθόντες
ἐπὶ τὴν ὑπ[ά]ρ̣χουσάν μοι
οἰκίαν Πύρ̣ρ̣ι̣χος Διονυσίου
τῶν κα(τοίκων) ἱπ(πέων) καὶ Ἡράκλε[ι]ος Ποσει-
15δίππο̣υ̣ τ̣ῶ̣ν ἐκ [τῆς] αὐτῆς
κώμης σὺν ἄ[λλο]ις πλείστοις
ἐν μαχαίραις κ̣[αὶ ο]ὐδενὶ
κόσμωι̣ χρ̣η̣[σ]ά̣μενοι συν-
[τ]ρ̣ί̣ψαν[τε]ς̣ τὰς θύρ̣ας
20[γενό]μενοι ἔνδον ἀπη-
[νέγκαν]το θύραν καὶ
[ ̣ ̣ ̣ ̣ ̣ ̣] οὐθενὸς ἁπλῶς
[ὄντος μοι] πρὸς αὐτούς,
[διʼ ἣν] αἰτίαν ἐμπε-
25ποδίσθαι ἐν τοῖς κατὰ τὴν
πρακτορείαν. διὸ ἐπιδίδω-
μί σ[οι] ὅπως περὶ ἑκάστων
ὑπ[ογρ]αφὴν ποιήσηι προσ-
υπο̣[τ]άξαντα(*) καὶ τοῦ
30ὑπομνή(ματος) ἀντίγρ(αφον) οἷ[ς] καθήκει
ἵνʼ ἐγὼ μὲν κομίσωμαι
τὰ ἐμαυτοῦ, αὐτοὶ δὲ τύχωσι
τῆς ἁρμοζούσης ἐπιπλήξεως.
εὐτύχει.
Κερκεοσίρεω̣[ς]
παρὰ Τεῶτος [τοῦ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
βασιλικοῦ γεωρ[γοῦ τῶν]
5ἐκ τῆς αὐτῆς. τῆ̣ι̣ η̣ τοῦ
Μεσορὴ τοῦ δ (ἔτους) ὄντος μου
σὺν τοῖς ἄλλοις π̣ρεσβυτέροις
[τῶ]ν γεωργῶν πρὸς τῆι
πρακτορε̣ί̣α̣ι̣ τῶν ἐ̣ν̣οφειλο-
10μ̣[έ]νων [πρὸ]ς τὴν μίσθωσιν
τοῦ αὐτοῦ ἔτ̣ο̣υς, ἐπελθόντες
ἐπὶ τὴν ὑπ[ά]ρ̣χουσάν μοι
οἰκίαν Πύρ̣ρ̣ι̣χος Διονυσίου
τῶν κα(τοίκων) ἱπ(πέων) καὶ Ἡράκλε[ι]ος Ποσει-
15δίππο̣υ̣ τ̣ῶ̣ν ἐκ [τῆς] αὐτῆς
κώμης σὺν ἄ[λλο]ις πλείστοις
ἐν μαχαίραις κ̣[αὶ ο]ὐδενὶ
κόσμωι̣ χρ̣η̣[σ]ά̣μενοι συν-
[τ]ρ̣ί̣ψαν[τε]ς̣ τὰς θύρ̣ας
20[γενό]μενοι ἔνδον ἀπη-
[νέγκαν]το θύραν καὶ
[ ̣ ̣ ̣ ̣ ̣ ̣] οὐθενὸς ἁπλῶς
[ὄντος μοι] πρὸς αὐτούς,
[διʼ ἣν] αἰτίαν ἐμπε-
25ποδίσθαι ἐν τοῖς κατὰ τὴν
πρακτορείαν. διὸ ἐπιδίδω-
μί σ[οι] ὅπως περὶ ἑκάστων
ὑπ[ογρ]αφὴν ποιήσηι προσ-
υπο̣[τ]άξαντα(*) καὶ τοῦ
30ὑπομνή(ματος) ἀντίγρ(αφον) οἷ[ς] καθήκει
ἵνʼ ἐγὼ μὲν κομίσωμαι
τὰ ἐμαυτοῦ, αὐτοὶ δὲ τύχωσι
τῆς ἁρμοζούσης ἐπιπλήξεως.
εὐτύχει.