Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
† οἶδεν ἡ περ[ί]β̣λεπτος ὑμῶν γ\σ/νησία(*) φιλία ὡς δέδοκται ἀφο̣ρισθῆναι τὴν μο[ῖρ]αν τοῦ εὐαγοῦς
νοσοκομίου(*) εἰς τὰς [διανομ]ὰς καὶ μὴ παρελθεῖν τινα διὰ τῶν ἐποικείων(*) αὐτοῦ. ἐπειδὴ τοῦ παρόντος
ἦλθαν ἐνταῦθα οἱ ἀπὸ Πιαϩοθ τοῦ ἐποικείου(*) λέγοντες ὡς ἐτάγησαν ὄν\ο/ν καὶ κ[ρ]ιθὴν καὶ χόρτον καὶ
{καὶ} ἐφάνη μοι πιστὸν τὸ πρᾶγμα, ἀλλὰ παρακαλῶ τοὺς περιβλέπτους ὑμᾶς παραγ̣γ̣ε̣ῖ̣λ̣[αι μὴ πα]ρ̣[ελθε]ῖ̣[ν] τινα
5διʼ αὐτῶν. εἰ δὲ ἀπὸ τοῦ δεσπότου μου καὶ ἀδελφοῦ τοῦ μεγαλοπρε(πεστάτου) χαρτουλαρίου ἐτάγησαν ∶ ἢ ἀπὸ τοῦ κοι[ν]οῦ δεσπότου
τοῦ ἐνδοξοτάτου ἰλλ(ουστρίου) κελεύσῃ πάλιν γρ[α]φῆναί μ[οι ἡ π]ερίβλε(πτος) ὑμῶν φιλ[ί]α ἵνα παρακ[α]λήσω αὐτοῦς,
ἐπειδὴ ἀπροόπτως πρᾶγμα οὐ θέλω ἀναγαγεῖν αὐτοῖς, ἐὰν μὴ ἀκριβεύσωμαι ἀφʼ ὑμῶν περὶ
ἑκάστου πράγματος. ἔδοξεν γὰρ ὡς εἴρηται ἀφορ[ισ]θῆναι τὴν μοῖραν τοῦ εὐαγοῦς νοσοκομίου
εἰς ἑκάστην διανομὴν γενησομένην, καὶ ἐπικλάσω ἐγὼ αὐτὴν τοῖς δυναμέ(νοις) ἐποικείοις(*)
10ἕκαστον πρᾶγμα ζητούμενον παρασχεῖν. †
vνοσοκομίου(*) εἰς τὰς [διανομ]ὰς καὶ μὴ παρελθεῖν τινα διὰ τῶν ἐποικείων(*) αὐτοῦ. ἐπειδὴ τοῦ παρόντος