Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Μεγχεῖ κωμογραμματεῖ
Κερκεοσίρεως
παρὰ Ἁρυώτου τοῦ Φαήσιος
βασιλικοῦ γεωργοῦ
5τῶν ἐκ τῆς αὐτῆς.
ὄντος μου ἐπὶ θεραπείαι
ἐν τῶι αὐτόθι μεγάλωι
Ἰσιείωι χάριν τῆς περι-
εχούσης με ἀρρωστίας,
10τῆι δὲ κγ τοῦ Παχὼν
τοῦ γ (ἔτους) Ὧρος Ἁρυώτου
τῶν κατοικούντων
ἐν [τ]ῶι δεδηλωμένωι
Ἰσ[ιεί]ωι συστησάμενός
15[μοι μά]χην καὶ ἕω[ς]
[μέν τ]ινος ἐλοιδ[όρη-]
[σέ πολλὰ] καὶ ἀσχήμο[να],
ὕστερον δὲ ἐπιπηδήσας
ἔδωκεν πληγὰς πλείους
20ἧι [ε]ἶχεν ῥάβδωι. ἐπε[ὶ] οὖν
ὑ[πὸ τ]ῶν πληγῶν κινδυ-
ν[εύω]ι(*) τῶι ζῆν δι[ὸ]
π[ρο]σαγγέλλω σοι ὅπως
ὑποτάξῃς οἷς καθήκει
25ἵνʼ ὑπάρχηι μοι ἐν
χρηματισμῶι μή ποτε
ἐξ ὑστέρου παθόντος τί μου
ἀθῶιος διαφύγηι.
——
εὐτύχει.
vΚερκεοσίρεως
παρὰ Ἁρυώτου τοῦ Φαήσιος
βασιλικοῦ γεωργοῦ
5τῶν ἐκ τῆς αὐτῆς.
ὄντος μου ἐπὶ θεραπείαι
ἐν τῶι αὐτόθι μεγάλωι
Ἰσιείωι χάριν τῆς περι-
εχούσης με ἀρρωστίας,
10τῆι δὲ κγ τοῦ Παχὼν
τοῦ γ (ἔτους) Ὧρος Ἁρυώτου
τῶν κατοικούντων
ἐν [τ]ῶι δεδηλωμένωι
Ἰσ[ιεί]ωι συστησάμενός
15[μοι μά]χην καὶ ἕω[ς]
[μέν τ]ινος ἐλοιδ[όρη-]
[σέ πολλὰ] καὶ ἀσχήμο[να],
ὕστερον δὲ ἐπιπηδήσας
ἔδωκεν πληγὰς πλείους
20ἧι [ε]ἶχεν ῥάβδωι. ἐπε[ὶ] οὖν
ὑ[πὸ τ]ῶν πληγῶν κινδυ-
ν[εύω]ι(*) τῶι ζῆν δι[ὸ]
π[ρο]σαγγέλλω σοι ὅπως
ὑποτάξῃς οἷς καθήκει
25ἵνʼ ὑπάρχηι μοι ἐν
χρηματισμῶι μή ποτε
ἐξ ὑστέρου παθόντος τί μου
ἀθῶιος διαφύγηι.
——
εὐτύχει.