Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ἐλ(ήφθη) (ἔτους) γ Παχ(ὼν) [ ̣ ̣].
(hand 2) Πολέμων Μεγχεῖ τῶι ἀδελφῶι χαίρειν. ἐκομισά-
μεθα τὰ παρὰ σοῦ ἡμῖν γραφέντα καὶ
ὑπὲρ ὧν ἐσήμαινες πέμψαι γεωργῶν
5ἀπροσδέητοί ἐσμεν. τοῦ δὲ Ἀσκληπιάδου
ἐπιτετακότος τὰ πράγματα καὶ προσαγειοχότος
ἐκτὸς τῶν ὑποκε[ιμ]ένων ἄλλας (πυροῦ) (ἀρτάβας) Α.
χωρὶς ἀργυρίου βεβουλήμεθα σπεῦσαι.
ὑπὲρ δὲ ὧν σημαίνεις κωμογραμματέων
10μόλις ἕως τῆς κε χωρισθήσονται. σὺ δὲ
ὀρθῶς ποιήσεις τὸ προσάγγελμα μὴ ἐλατ-
τώσας παρὰ τὸ πρῶτον ὅπως εὐπροσω-
πῶμεν, καὶ ἐν τοῖς δὲ ἄλλοις χαριῆι κατατα-
χήσας τὰ τῆς εἰσαγωγῆς. ἐπιμελόμενος δὲ
15καὶ σαυτοῦ [ἵνʼ ὑ]γιαίνῃς,
ἔρρωσο. (ἔτους) γ Παχὼν ιθ.
v(hand 2) Πολέμων Μεγχεῖ τῶι ἀδελφῶι χαίρειν. ἐκομισά-
μεθα τὰ παρὰ σοῦ ἡμῖν γραφέντα καὶ
ὑπὲρ ὧν ἐσήμαινες πέμψαι γεωργῶν
5ἀπροσδέητοί ἐσμεν. τοῦ δὲ Ἀσκληπιάδου
ἐπιτετακότος τὰ πράγματα καὶ προσαγειοχότος
ἐκτὸς τῶν ὑποκε[ιμ]ένων ἄλλας (πυροῦ) (ἀρτάβας) Α.
χωρὶς ἀργυρίου βεβουλήμεθα σπεῦσαι.
ὑπὲρ δὲ ὧν σημαίνεις κωμογραμματέων
10μόλις ἕως τῆς κε χωρισθήσονται. σὺ δὲ
ὀρθῶς ποιήσεις τὸ προσάγγελμα μὴ ἐλατ-
τώσας παρὰ τὸ πρῶτον ὅπως εὐπροσω-
πῶμεν, καὶ ἐν τοῖς δὲ ἄλλοις χαριῆι κατατα-
χήσας τὰ τῆς εἰσαγωγῆς. ἐπιμελόμενος δὲ
15καὶ σαυτοῦ [ἵνʼ ὑ]γιαίνῃς,
ἔρρωσο. (ἔτους) γ Παχὼν ιθ.