Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀσκληπιάδης Μαρρεῖ χαίρειν. Μεγχῆι τῶι ὑπὸ τοῦ διοικητοῦ
καθεσταμένωι πρὸς τῆι κωμογραμματείαι Κερκεοσίρεως ἐφʼ ὧι κατεργᾶται
τοῖς ἰδίοις ἀνηλώμασιν ἀπὸ τῆς ἀναφερομένης περὶ τὴν κώμην
ἐν ὑπολόγωι γῆς (ἀρούρας) δέκα (ἀρταβῶν) πεντήκοντα , ἃς καὶ παραδώσει
5ἀπὸ τοῦ νβ (ἔτους) εἰς τὸ βασιλικὸν κατʼ ἐνιαυτὸν ἐκ πλήρους ἢ τὰ ἀπολείψοντα
ἐκ τοῦ ἰδίου μετρήσει, μετά[δ]ος τὰ τῆς χρείας γράμματα καὶ φρόντισον
ὡς τὰ τῆς ὑποσχέσεως ἐκπληρωθήσεται.
ἔρρωσο. (ἔτους) να Μεσορὴ γ.
vκαθεσταμένωι πρὸς τῆι κωμογραμματείαι Κερκεοσίρεως ἐφʼ ὧι κατεργᾶται