Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Θεόδοτος, Γαδδαῖος, Φανίας. ἀδικούμεθα ὑπὸ Δημητρίου τινός.
μισθώ-
σας γὰρ ἡμεῖν(*) τὸν Νικίου κλῆρον καὶ Ἀσκληπιάδου (τριακονταρούρων) οὓς ἔχουσιν περὶ κώμην Ἡρακλέαν τῆς Θεμίσ-
του μερίδος, εἰς (ἔτη) β, ἐφʼ ὧι ἄρξι(*) τῆς μισθώσεως ὁ σπόρος ὁ ἐν τῶι εκ(*) (ἔτει) εἰς τὸ σκ(*) (ἔτος), ἐκφορίου τὴν (ἄρουραν) ἑκάσ-
την (πυρῶν) (ἀρταβῶν) γ, τὸ δεύτερον (ἔτος) (πυρῶν) (ἀρταβῶν) γ 𐅵, καὶ τῆς συγγραφῆς τῆς μισθώσεως διαγορευούσης ἀκίνδυνον
5πλὴν ἀβρόχου καὶ καταβρόχου, ἡ δυνατὴ σπαρῆναι ἕως Χοίαχ ι, τὴν δὲ μὴ δυνατὴν σπαρῆναι ἕως ι
τοῦ Χοίαχ, παραλαβοντα(*) Δημήτριον καὶ ἄλλους κοινοὺς ἄνδρας γ· ἡμην(*) δὲ παραλαμβανόντων
Δημήτριον ὅπως παραδείξωμεν αὐτῶι τὴν μὴ δυνατὴν σπαρῆναι, οὐ προσέσχηκεν ἡμῶν, βουλό-
μενος παρασυνγραφεῖν, τὰ δὲ ὅρια ἡμεῖν(*) ἃ παρέδειξεν ἐφʼ οἷς συνγεγεγράμμεθα(*) οὐ βεβαιοῖ. δέομεθά σου,
βασιλεῦ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Μελέαγρα(*) τῶι ἐπιστηι(*) κώμης Βουβάστου ἀποσ-
10τεῖλαι τὸν Δημήτριον ἐπὶ Δι[ο]φάνην τὸν στρατηγὸν καί,
ἐὰν ἐνδειξώμεθα τὰ διὰ τῆς ἐντεύξε-
ως ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιον ἡμεῖν(*) ὑποσχεῖν. τούτου δὲ γενομένου,
ἐσόμεθα τοῦ δικαίου τετευχότες. εὐτύχει.
vσας γὰρ ἡμεῖν(*) τὸν Νικίου κλῆρον καὶ Ἀσκληπιάδου (τριακονταρούρων) οὓς ἔχουσιν περὶ κώμην Ἡρακλέαν τῆς Θεμίσ-