Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
χα(ίρειν) καὶ ὑγιαίνειν. ἐπειδὴι(*) καὶ ἄλλοτέ σοι
ἐγράψαμεν καὶ οὐ δ̣ι̣ῄ̣τ̣ησαι(*) ἡμᾶς καὶ Ἀπολλω-
νίωι τῶι ἀδελφῷ σου τὰ νῦν ἀνάγκην ἔσχον
5παρακαλέσαι Πτολεμαῖον Πτολεμαίου νεώτε(ρον)
ὅπως συντύχηι Δ̣ί̣ωι καὶ Διογένει Δημητ(ρίου)
ἕως ἂν μετρηθῆι ἡ ἄβροχος ἡι(*) ἐν ταῖς
ζ (ἀρούραις) καὶ μετρη(θῇ) τὸ ὑπὲρ α̣(ὐτοῦ) δη(μόσιον) διὰ τοῦ Διογένο(υς)
καὶ τὸ κατάλο̣ιπον ἀποδοθῆι τῶι Πτολε-
10μαίωι. ἐρωτηθεὶς οὖν συνπροσέσηι τῶι
Πτολεμ[α]ίωι καὶ Ἀπολ[λ]ώνιος ὁ ἀδελφός σου
ἕως μοι τοῦτο τελέσητε, διαφέρετε γὰρ
τοῦ Πτολεμαίου ἐμπειρίᾳ, κἂν(*) δέον ἦν
Πτολεμαίῳ τῶι ἄλλωι ἀδελφῶι τοῦ Πτο-
15λεμαίου πρεσβυτέρ[ω]ι συντυχεῖν περὶ
τούτου, συντύχηι καὶ σπουδάσει ἕως
ὅτου τελεσθῆ[ι. ἐὰ]ν οὖν σοι φαίνηται
καὶ ὑπὲρ τούτων καὶ ὑπὲρ ὧν ἄλλων
σε διὰ γραπτοῦ ἠρώτησα ἀντιφωνῆ-
20σαί μοι, ἔσῃ μοι κεχαρισμένος, καὶ σὺ
δὲ γράφε ὑπὲρ ὧν ἐὰν θέλῃς καὶ ἥδιστα
ποιήσωι. ἔγραψα δὲ καὶ Δίωι τῷ τοῦ χι-
ριστοῦ(*) περὶ τούτου, ᾧ καὶ συντεύξηι.
ἀσπάζου τοὺς σοὺς πάντας. ἀσπάζε-
25ταί σε Ἀθηναροῦς καὶ τὰ παιδία τὰ λοιπά.
ἐπιμέλου σεα(υτοῦ) ἵνʼ ὑγι[α(ίνῃς)]. ἔρρωσσο(*). (ἔτους) η Ἐπε[ὶφ ̣].