Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Lond. V 1686 TM Nr. 19703

Sale. Land

Aphrodites Kome (Antaiopolites) 565, 7. Nov.
Material Papyrus
Bemerkungen Gehört zum Dioskoros - Archiv.
Inhalt Vertrag, Verkauf, Land, unbewässert
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
† χμγ
☧ βασιλείας̣ τ̣οῦ̣ θειοτάτου ἡμῶν δεσπότο(υ) Φλα(υίου) Ἰουστινιανοῦ τοῦ
αἰωνίο(υ) Αὐγούστου Αὐτοκράτορος ἔτους τριακοστο(ῦ) ἐννάτο(υ)(*)
μετὰ τὴν ὑπατείαν Φλα(υίου) Βασιλείου τοῦ ἐνδοξοτά(του) ἔτο(υ)ς εἰκοστο(ῦ) τρίτο(υ)
5Ἁθὺρ ια ἰνδικτίονος τεσσαρεσκ(αι)δεκάτης.
Φλα(ύιος) Διόσκορος Ἀπολλῶτος ἀπὸ Ἀφροδίτης τῆς κώμης το(ῦ) Ἀνταιοπολ(ίτου)
νομοῦ τῷ δικαίῳ το(ῦ) εὐαγοῦς μοναστηρίο(υ) Ζμῖνος τοῦ διακειμένο(υ)
περὶ τὴν περαίαν τῆς Πανοσπόλεως διὰ το(ῦ) εὐλαβεστά(του) Ἰωάννο(υ) προεστῶ̣τ(ος)
καὶ τοῦ κατὰ καιρὸν ἐσομένο(υ) το(ῦ) αὐτο(ῦ) μον(αστηρίου) χαίρ(ειν). ὁμολογῶ διὰ ταύτης μου
10τῆς ἐγγράφου ἀσφαλείας πράσεως πεπρακέναι ὑμῖν καὶ παρα-
κεχωρηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆ
χρόνον τὰς ὑπαρχούσας μοι ἀρούρας τρεῖς ἀνΰδρο(υ) γῆς διακειμένας
ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ
Ἱεράδος ἐν τῷ μεγάλῳ γεωργίῳ τοῦ αὐτο(ῦ) εὐαγοῦς μοναστηρίο(υ) Ζμ̣ῖ̣νος
15ἀκολούθως ταῖς κατʼ ἀγρὸν ἐκεῖνον γειτνίαις αὐτῶν ἐκ τετραγώνο(υ) ―
κυκλώθεν(*) πρὸς τῷ σε τὸ εὐαγὲς μοναστήριον ἤτοι το(ὺ)ς ὑφʼ ὑμᾶς ἀεὶ
διοικοῦντας ἡγουμένους τούτων κρατεῖν πρὸς τὸν διασταλμὸν το(ῦ)
δημοσίο(υ) κώτικος(*) καὶ ἀποκρίνασθαι τὴν αὐτῶν συντέλειαν πρὸς τὴν
ἀπογραφὴν τῆς γεναμέ(νης) κατʼ αὐτῶν μετρήσεως Ἰωάννο(υ) τοῦ τῆς λογίας
20μνήμης ἀπογενομέ(νου) σχο(λαστικοῦ) καὶ κηνσίτορος ἢ καὶ πρὸς οἵαν οὖν εἰκὸς ἐσομέ(νην)
μέτρησιν ἐν τῷ Ἀντα̣ιοπολ(ίτου) εἰ οὕτω τύχοι καὶ κυριεύειν καὶ δεσπόζειν διὰ
παντὸς τῆς τούτων νομῆς καὶ δεσποτείας ὑπὲρ τῆς ὑπὲρ ἐμο(ῦ) νῦν
δοθησομένης παρὰ σοῦ ἀστικῆς συντελείας κατὰ τὸ ἐπιβάλλον μοι
μέρος ὀνόματος Ἀπολλῶτος Διοσκόρο(υ) τοῦ ἐμο(ῦ) πατρὸς ὑπὲρ κανόνος
25τῆς παρϊούσης τρισκδεκάτης(*) ἰνδικτίονος παντοίων χρυσικῶν τίτλων
κ(αὶ) διαγραφῶν κ(αὶ) τῆς ἐμβολῆς ὡσαύτως τῆς τεσσαρεσκαιδεκάτης ἰνδικ(τίονος)
καὶ προσθήκης αὐτῆς καὶ ναύλων καὶ παντοίων ἀνα[λ]ω̣μάτων τῆς ὑπο̣κ̣(ειμένης)
τῶν κτημάτων μ̣[ο]υ̣ [τ]ῶν ὄντων ἐν τῷ πε̣δίῳ̣ Πιαϩ̣σε κώμης Φθλᾶ τῶν
μετενεχθεισῶν εἰς τὴν εἰρημένην κώμ[η]ν̣ Ἀφροδίτην
30τελουσῶν ὑπὲρ ἀρουρῶν δεκατεσσάρων πλέω ἢ ἔλαττον καθαρᾶς
σπορίμης γῆς συνϊόντων εἰς χρυσο(ῦ) νομίσματα τέσσαρα ἄσταθμ(α) καὶ σίτο(υ) κανόνος
ἀρτάβας δεκαοκτὼ καὶ ἐξεῖναι τῷ προειρημέ(νῳ) εὐαγεῖ μοναστηρ(ίῳ) τὰς προκ(ειμένας) ἀρο(ύ)ρας
ἔχειν καὶ ἕξειν μετὰ τῆς σεσυρομ(ένης) αὐταῖς συντελείας πρὸς κώτικα(*) καὶ χρήσ̣α̣[σ]θ̣α̣[ι] τ̣α̣ύτ̣α̣ι̣[ς]
παντὶ τρόπῳ ᾧ ἂν βουληθείης δεσποτικῷ δικαίῳ ἀκωλύτως καὶ ἀνεμποδίστω̣[ς]
35ὑπʼ οὐδενὸς τὸ σύνολον τῶν τε ἐμῶν κληρονόμων ἢ σ̣υ̣γκ̣λ̣ηρονόμων καὶ
τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντ[ων καὶ τὸν] ἐ̣π̣ελευσόμενον
εἴς σε περὶ τῶν προειρημένων ἀρουρῶν ἐγὼ [ἐκστήσ]ω̣ ἰ̣δ̣ίοις μ̣[ου]
ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσ̣ει ἀπὸ παντὸς
καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου σοι παντὶ καιρῷ ἐπάναγκες, εἰ δὲ καὶ ἧττον
40φροντίζω τῆς βεβαιώσεως διπλασίως τὸ προκείμενον τίμημα ἀποδώσω
μετὰ καὶ το(ῦ) διαφέροντος καὶ ἀναλώματος πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν
ταύτην τὴν πρᾶσιν πανταχοῦ προκομιζομένην ἐπ̣ὶ̣ [π]ά̣σ̣η̣[ς ἀρχῆς ἥνπερ ἐξεδόμην σοι πρὸς]
ἀσ̣φάλειαν μεθʼ ὑπογραφς ἐμῆς καὶ συνηθῶν μαρτύρω̣[ν καὶ ἐπερωτηθεὶς]
ὡμολό̣γησα. † Φλα(ύιος) Διόσκορος Ἀπ[ολλ]ῶ̣τος [ὁ] προγ̣ε[γ]ρ̣α̣[μμένος ἐθέμην ταύτην]
45[τὴ]ν πρ̣[ᾶσ]ιν κα̣ὶ̣ [ὡ]μ̣ολ[όγ]η̣σα̣ [ -ca.?- ]
ἐπὶ τῇ προτεταγμένῃ τιμῇ ὡς πρόκ(ειται). † (hand 2) Α̣ὐ̣ρ̣ήλιος Ο̣ρ̣  ̣[ -ca.?- μαρτυρῶ]
τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου. †
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar