Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Mich. I 66 TM Nr. 1966

Acknowledge of a Debt of Kids

Philadelphia (Arsinoites) 245 v.Chr., 20. Juni - 19. Juli
Material Papyrus
Bemerkungen Datierung nach dem makedonischen Regierungsjahr.
Übersetzungen
verbergenanzeigen
Französisch:
  • Orrieux, Les papyrus de Zenon (1983), S. 115
Inhalt Vertrag, Schuld, Anerkennung, Zicklein
Erwähnte Daten
  • Z. 31: 247 - 246 v.Chr.
  • Z. 9: 247 - 246 v.Chr.
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,int
βα̣σ̣ι̣λ̣ε̣ύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν
Ἀ̣δ̣ε̣λ̣φῶν ἔτους τρίτου, ἐφʼ ἱερέως Ἀρχελάου τοῦ Δαμᾶ Ἀλεξάνδρου
κ̣α̣ὶ θ̣ε̣ῶ̣ν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Πολε-
μ̣ο̣κ̣ρ̣ά̣τ̣ο̣υ̣ς̣, μηνὸς Ξανδικοῦ, ἐμ(*) Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ.
5ὁ̣μ̣ολογεῖ Δημήτριος Ἀπολλωνίου Ἀσπένδιος τῆς ἐπιγονῆς Ζήνωνι
Ἀγρεοφῶντος Καυνίωι παρεπιδήμωι προσοφείλειν \πρὸς τὸν φόρον/ ἐρίφους ἑκατὸν
π̣ε̣ν̣τηκα(*) τρεῖς ⟦ο̣ὓ̣ς̣ προσωφεί\λη/σ̣ε̣ν̣⟧ ἀπὸ τῶν \αἰγῶν ὧν/ ἐξέλαβεν ⟦παρὰ Ἰσονος(*) τοῦ⟧ \μετὰ Λιμναίου τοῦ/
\[Ἀπολλων]ίου Ἀσ̣π̣ε̣ν̣δίου πα̣ρ̣ὰ̣ Ἰάσονος τοῦ/ πα̣ρ̣ὰ̣ Ζήνωνος α̣ἰ̣γ̣ῶ̣ν̣ ἑκατὸν τεσσαράκοντα τεσσάρων \  ̣σ̣τον̣α̣/ ἀπὸ Παῦνι
τοῦ ἐνάτου καὶ τ̣ρ̣ι̣α̣κοστοῦ ἔτους ἕως τοῦ̣ Παχὼνς τοῦ ἐν τῶι τρί-
10[τωι ἔτει καὶ ο]ὐκ ἀντιλέγει περὶ τοῦ πλήθους τούτου. μάρτυρες
[Ἀ]γ̣ροίτας Καύνιος̣ [τῶ]ν Θυίωνος ἑβδομηκοντάδραχμος κληροῦχος,
Τιμοκλῆς Ἀρίστω̣νος Ἀργρεάδης, Πυθοκλῆς Ἰάσονος Ἀρσινοεύς,
[Πολ]ύ̣κ̣λ̣ειτος̣ Ἰ̣ά̣σ̣ο̣ν̣ος Ἀρσινοεύς, οἱ δύο τῶν Με̣νε̣λ̣άου ἑκατον-
τάρο̣υροι, ⟦Ἰάσων̣ Κ̣[ερ]κίωνος Καλυνδεὺ[ς] π̣α̣ρ̣ε̣π̣ί̣δ̣ημος⟧
15Ἀντίπατρ̣ο[ς] Ἀ[ρισ]τογείτονο̣ς Ἀθην[αῖος τῆς ἐπιγον]ῆς, Ἡλιόδω-
[ρος τοῦ δεῖνα]  ̣  ̣  ̣  ̣η̣γ̣μ̣  ̣  ̣[- ca.12 -]μ̣ον Ἀ̣λ̣ε̣ξ̣α̣ν̣-
δ̣ρεὺς τῆς ἐπ̣ι̣γ̣ο̣ν̣ῆς.
ἔχω κυρίαν.
r,ext
[βασιλεύοντος Πτολεμ]αίου τοῦ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ί̣ο̣υ̣ κ̣α̣ὶ̣ [Ἀρσι-]
20[νόης θεῶν Ἀδελ]φ̣ῶ̣ν̣ ἔ̣τ̣ο̣υς τρίτου, ἐφʼ ἱερ̣έ̣ω̣ς̣ Ἀ̣ρ̣χ̣ε̣λ̣ά̣-
ου τοῦ Δαμᾶ̣ Ἀ̣λεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρο̣υ̣
Ἀρσινόης Φιλ̣α̣δέλφου Ἀρσινόης̣ τ̣ῆ̣ς̣ Π̣ολεμ̣ο̣κράτους,
μ̣η̣ν̣ὸ̣ς̣ Ξανδικοῦ, Αἰγυπτίων δὲ Παχώνς, ἐμ(*) Φιλα-
δελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Δημή-
25τριος Ἀπολλωνίου Ἀσπένδιος τῆς ἐπιγονῆς Ζή-
νωνι Ἀγρεοφῶντος Καυνίωι παρεπιδήμωι προσ-
[ο]φ̣ε̣ί̣λ̣ε̣ι̣ν̣ πρὸς τὸν φόρον \ἐρίφους/ ἑκατὸν πεντήκοντα τρεῖς
[ἀπὸ τῶν αἰγῶν ὧν ἐξέ]λ̣α̣β̣ε̣ν̣ μ̣ε̣τ̣ὰ̣ Λ̣ι̣[μναίου τοῦ Ἀπολ-]
λων̣ίου Ἀσπενδίου παρʼ Ἰάσονος τοῦ παρὰ Ζήνωνος
30αἰγῶν ἑκα[τὸν κα]ὶ τεσσαράκοντα τεσσάρων ἀπὸ
Παῦνι τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτου̣ς̣ ἕως τοῦ
[Παχὼνς τοῦ ἐν] τῶι τρίτωι ἔτει κοὐκ(*) ἀντιλέγει περὶ
τοῦ πλήθο̣υ̣ς̣ τούτου ⟦του⟧. μάρτυρες Ἀγροίτας Καύνιο̣ς̣
τῶν Θυίωνος [ἑβ]δομηκοντάδραχμος κληροῦχος, Τιμο-
35κλῆς Ἀρίστωνος Ἀ̣ρ̣γ̣ε̣ά̣δ̣η̣ς̣, Πυθοκλῆς Π̣[ολ]ύ̣κ̣λειτος ἀμφό̣-
\τεροι Ἰά/σ̣ο̣ν̣ο̣ς̣ [Ἀρσινοεῖς τῶν] Μ̣ε̣ν̣ε̣λ̣ά̣ο̣υ̣ ἑκατοντάρουροι, Ἀντίπατρ[ος]
-- -- -- -- -- -- -- -- -- --
v
Ζ̣ή̣ν̣ωνος Ἀγροίτου Π̣[υθοκλέους] Ἀντιπάτρου
Δ̣η̣μ̣ητρίου Τιμο̣κ̣λ̣έ̣ους Πολ̣[υκλείτου] Ἡλιοδώρου
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar