Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
v
† μ(ίσθωσις) χωρ(ίου) ἀμπελικ(οῦ) (ἀρουρῶν) γ τοῦ κτήμα(τος) πματινπε[ ̣ ̣] γεναμέ(νη) πα(ρὰ) Ἀβρααμίου ἀ[μ]πελ(ουργοῦ)
r Traces †
† ἐν ὀν[όμ]ατι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος
πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφ(η) ἐπαγομέ(νων) πέμπτῃ
τρεισκαιδεκάτης ἰνδ(ικτίονος).
5† Φλαυίῳ Δημητρίῳ τῷ μεγαλοπρεπεστάτῳ κόμετι καὶ
πολιτευομένῳ ταύτης τῆς Ἑρμουπολιτῶν υἱῷ τοῦ τῆς
μεγαλ[ο]πρεποῦς μνήμης Ἰωάννου π(αρὰ) Αὐρηλίου Ἀβρααμίου
υἱοῦ Κα[λ]λινίκου ἐκ μητρὸς Θεοδότης ἀμπελουργοῦ ἀπὸ
τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως
10μεμισθῶσθαι παρʼ ὑμῶν ἐπὶ τριετῆ χρόνον λογιζόμενον
ἀπὸ καρπῶν τῆς σὺν θ(εῷ) εἰσιούσης τεσσ\α/ρ\α/σκαιδεκατης(*) ἰνδ(ικτίονος)
τὰς διαφερούσας ὑμῖν ἀρούρας τρῖς(*) ἐν ἀμπέλῳ πλέω
ἔλαττον σὺν φυτοῖς διαφόροις καὶ φο̣ί̣ν̣ι̣ξι καὶ λάκκῳ
ὁλοκλή[ρ]ῳ καὶ κυκλευτηρίῳ καὶ βοοστασίῳ καὶ ξυλικῷ
15ὀργάνῳ ἐξηρτισμένῳ πάσῃ ἐξαρτίῳ καὶ ληνοπίθῳ καὶ
ἡλιαστηρίῳ καὶ πύργῳ καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ πατὶ(*)
δικαίῳ διακειμένας ἐν τῷ ὑμετέρῳ κτήματι καλουμένῳ
50πματινπεηρε πεδίων κώμης Θύνεως καὶ ὑπὸ τὴν ταύτης
παραφυλακὴν τοῦ Ἑρμουπολίτου νομοῦ πρὸς χερεικὴν(*)
20καὶ ἀμπελουργικὴν ἐμὴν ἐργασίαν καὶ φιλοκαλίαν
καὶ καλλιεργίαν καὶ καλαμοστασίαν καὶ περίσκαψιν
πέμπτο[ν] κατʼ ἔτος ἀμέμπτως καὶ ἀκαταφρονήτως
ἐφʼ ᾧ ὑμ[ᾶ]ς τοὺς γεούχους λαβῖν(*) τὸ ἥμισυ μέρος παντὸς
τοῦ γενησομένου οἴνου ἐξ αὐτῶν καὶ καρποῦ τῶν παντοίων
25φυτῶν καὶ φοινίκων καὶ ἐξαιρέτως πρὸ μερισμοῦ
ἀπὸ τοῦ κοινοῦ πίθου λόγῳ πρωτολήνων οἴνου μέτρα
ἑκατὸν καὶ ἐμὲ μετὰ τοῦ γεωργοῦ ἔχειν τὸ ἄλλο ἥμισυ
μέρος ἀνθʼ ὧν ποιούμεθα καμάτων· παρέξω δὲ κατʼ ἔτος
λόγῳ συνηθείας χοιράδα μίαν τιμῆς κερατίων τριῶν
30ἀπὸ φόλλεων τριάκοντα ἓξ καὶ οἴνου παλαιοῦ ἀγγῖα(*)
μεγάλα [τ]ρία καὶ δισκάριον ἓν μεστὸν διαφόρων ―
βρωμ[άτ]ων ἔχων(*) τυρία ἑκατὸν καὶ ψωμίων ζεύγη ἑκατὸν
καὶ ῥαφανελαίου ξεστιν(*) ἓν καὶ μὴ δύνασθαί με
ἀποστῆναι τῆς τούτων ἀμπελουργιγῆς(*) χρείας πρὸ
35συμπληρώσεως τοῦ εἰρημένου τριετοῦς χρονους(*)·
ἀποτάττομαι γὰρ πάσῃ βοηθίᾳ(*) νόμων βοηθούσῃ με
περὶ τού[το]υ· ἡ παροῦ[σ]α μίσθωσις κυρ[ί]α καὶ βε[βα]ία
καὶ ἐπερ[ω]τηθεὶ[ς] ὡμολόγ[ησα·] Α̣ὐ̣ρήλιος Ἀβραάμις
υἱὸς Κ[αλλινί]κου ὁ προκείμενος μεμίσθωμαι ὡς π[ρόκ(ειται)].
40Αὐρ[ήλιος Ἀ]θανάσιος Πέτρου ἀπὸ Ἑρμουπόλε(ως) ἀξ(ιωθεὶς) ἔγρα[ψα].