Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Φιλωνίδης ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ Ζήνωνι χ[αίρειν. καλ]ῶ̣ς ποεῖς(*) εἰ ὑγιαίνεις· ὑ[γιαί-]
νομεν δὲ καὶ ἡμεῖς. Πτολεμαῖος ὁ κομίζων σο̣ι̣ [τὴν ἐπιστολ]ὴ̣ν φίλος̣ ἐστὶν ἡμῖ̣[ν καὶ]
ἀναγκαῖος. καλῶς ἂν οὖν ποήσαις̣(*) συν̣[επιλ]αμβ[ανόμενος αὐτοῦ ἐ]άν σε π̣αρα̣[καλῆι].
τοῦτο δὲ ποιῶν χαρ̣ίζοιʼ ἂν καὶ ἐμοὶ καὶ τῶι θεῶ[ι. γράφε δὲ ἡμῖν πε]ρὶ ὧν ἂν θέ[ληις]
5ὡς ἐσομένων σοι. [ἔ]ρρωσο. Τῦβι κδ.
vνομεν δὲ καὶ ἡμεῖς. Πτολεμαῖος ὁ κομίζων σο̣ι̣ [τὴν ἐπιστολ]ὴ̣ν φίλος̣ ἐστὶν ἡμῖ̣[ν καὶ]