Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- ]μ̣ω̣δ[ ̣]τ̣ην τ̣ρύγ̣α̣ υ ̣[ -ca.?- ]
[ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣[ ̣] ̣ ἀνὰ (δραχμὴν) α καὶ ανα ̣[ -ca.?- ]
̣ ̣ε ̣ ̣ ̣ει̣ν̣α̣ι Χρυσίππωι καὶ Νικάνορι τῶι πρ[άκτο-]
ρ̣ι̣ [τῶ]ν̣ [κερα]μ̣έων \καὶ Ἀμῶσις ὁ ἱερεὺς/ πρὸς τὴν τιμὴν τοῦ κεράμου
5 ̣ ̣ ̣ ̣[ ̣ ̣]ε̣[ ̣] ̣ καὶ τὴν πρᾶσιν τοῦ ὄξους ἣν ἐποήσατο(*)
̣[ ̣ ̣] ̣ ̣ ̣[ ̣] ̣ ̣ι ̣ο̣κτως \ὅπως εἰδῆις/. ἔρρωσο. (ἔτους) δ, Φαμενὼθ κϛ.
Εὐ̣κλῆς {ι} Ἀνόσ̣ιτι χαίρειν. πυνθανόμεθά σε τὸν λόγον
το̣ῦ̣ κ̣εράμου τεθεῖσθαι εἰς τὸ λογιστήριον, οὐ προσανε-
νέγκαντα οὔτε τὴν γεγενημένην ἀγὴν διὰ τῶν
10ὀνηλάτων, τοῦ τε προσοφειλομένου ἐν τοῖς κεραμεῦ-
σιν ἀντὶ τῶν ϛ (δραχμῶν) τοῦ \δεδο/μένου αὐτοῖς μισθοῦ
τῶν ρ κε(ραμίων) ἀναφέρειν (δραχμὰς) η καὶ ταῦτα ἡμῶν οὐ δυν-
αμένων παρʼ αὐτῶν κομίσασθαι οὐδὲ ἃ ὁμολογοῦσιν
καὶ τὸν τῶν ὑικῶν δὲ ἱερείων λόγον ἕως τοῦ νῦν
15μὴ ἐπιδεδωκέναι δὲ εἰς τὸ λογιστήριον
καὶ τὸ καθό̣λου δὲ ἐνάρχεσθαί σε κακοηθεύ-
ε̣[σθαι] η ̣ ̣[ -ca.?- ]
[ -ca.?- ] ̣ ̣ ̣[ ̣ ̣] ̣[ ̣ ̣] ε̣ἴπερ οὖν τούτων τί ἐστι ἀληθὲ[ς]
οὐ φ̣α̣ί̣νει α̣ἴτιος ὢν σύ, ἀλλʼ ἐγὼ ἐμαυτῶ̣ι.
20οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων γέγραφα Λυκόφρονι
καὶ Ἀπολλωνίωι εἴ τινα διάφορα ἐξάγουσιν
παρὰ τοὺς ὑπὸ σοῦ ἐπιδεδομένους λόγους γράψαι̣
ἡμῖν ἤδη ὅπως παραγενόμενοι διακριθῶμεν
πρὸς σέ. δίκαιον γάρ ἐστίν σε τὸν παραλογιζό-
25μενον καὶ μὴ ἀναφέροντα ὀρθῶς τὰ γινόμενα
διὰ τῶν λόγων ἀποτίνειν τὰ διάφορα, ⟦καὶ⟧ μὴ ἡμᾶ̣ς̣.
εἰς μὲν γὰρ τὸ λοιπὸν πειρασόμεθα καίπερ πολλάκι̣
ὑπὸ σοῦ \βεβουκολη/μένοι μεταθέμενοι ⟦φρένας⟧
βέλτιον \βουλεύεσθαι/. ἔρρωσο.
30Διονυσίωι. εὐχαριστήσεις ἡμῖν συναναγκάσας
Ἄνοσιν τοὺς λόγους πάντας οὓς ἂν Ἀπολλών\ι/ος
ὁ παρʼ ἡμῶν γραμματεὺς ἐπιδῶι καὶ ἐκεῖνον
τοὺς αὐτοὺς θέσθαι ὅπως ἐάν τινα διάφορα
ἀναγραφῆι παραχρῆμα διακριθῶμεν
35πρὸς αὐτόν.
——