Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Σιμάλη Ἡρ̣ο̣φ̣άν̣του μητὴρ Ζήν̣ωνι χαίρειν. ἀκούσασα ἠνωχλῆσθ̣αί̣ μ̣ου τ̣[ὸ παι-]
δάριον καὶ σφοδρότερον, παρεγενόμη̣ν πρὸς ὑμᾶς καὶ ἐλθοῦσα ἤθελον ἐντυχεῖν σοι ὑ̣[πὲρ τῶν]
αὐτῶν τούτων. ἐπεὶ δέ με Ὀλυμ̣π̣ιχ̣[ὸ]ς̣ ἐ̣κ̣ώλυσ̣εν̣ τοῦ μὴ ἰδεῖν σε̣, ε̣[ἰ]σ̣ε̣κ̣ο̣μ̣ί̣σ̣θ̣η̣ν̣ π̣ρ̣ὸ̣[ς τὸ]
παιδίον ὥς ποτʼ ἠδυνάμην, καὶ ε̣ὗρον αὐ̣τὸν καὶ μάλʼ ἀγελοίως δ[ι]ακείμενον καὶ ἤ̣[δη ι-]
5κανομ(*) μοι ἦν ὁρῶσαν ἐκεῖνον λυπ̣εῖσθαι. ἀλλʼ ἐπιπαραγενόμενος Ὀλυμπιχὸς ἔφη αὐτὸ̣[ν]
τύπτω̣ν̣ σαπρὸν ποι̣ή̣[σε]ιν ἢ πεπο[ί]ηκεν ὃς ἤδη σχεδὸ[ν] ἦν εὐπρεπ[ή]ς δέομαι οὖν σου̣
καὶ ἱκετεύω ἐπιστροφὴν ποιήσασθαι περὶ τούτων καὶ ἀναγγεῖλαι Ἀπολλωνίωι ὅν [τινα]
τρόπον μου ὑβριζόμενον τὸ παιδίον διατετέληκεν(*) ὑ̣π̣ʼ Ὀλυμπιχοῦ ὡς κ̣αὶ τῆς νόσου τ[οῦ-]
τον μεταίτιον γεγενῆσθαι. ἐγὼ γὰρ πρὸς τῶι μηδʼ εἰληφέναι μηθὲν ἐνιαυτοῦ ἤδ[η]
10ἀλλʼ ἢ τὴν μνᾶν καὶ τρ̣εῖς ἀρτάβας σίτου τοῦ Δύστρου μηνὸς οὗ εἰσπορεύεται Ἡρόφα[ντος]
πρὸς ὑμᾶς. τὴν μὲν οὖν Ἀ̣πολλωνίου εὔνοιαν καὶ τὴν σὴν ἀναγγέλλει μοι αὐτὸ τὸ παι[δά-]
ριον ἣν̣ ἔχο̣ν̣τες διατελεῖτε εἰς αὐτόν. ἀξιῶ οὖν σε ἅμα δὲ καὶ δέομαι εἴ τι συντε[λεῖν τέ-]
ταχε Ἀπολλώνιος αὐτ̣ῶι ὀψώνιον ἀποδοθῆναί μοι. γίνωσκε δέ, ὡς ἂν τάχιστα αὐτὸν̣
ὁ θεὸς ἀφῇ, καταστήσω̣ αὐτὸν πρὸς ὑμᾶς ἵνα καί σε ἴδω ὑπὲρ τῶν λοιπῶν. τὰ δὲ λοιπὰ
15πυνθάνου τοῦ φέροντ̣ός σοι τὰ γράμματα. οὐ γὰρ ἀλλότριος ἡμῖν ἐστιν.
vac. ? εὐτύχει.
vδάριον καὶ σφοδρότερον, παρεγενόμη̣ν πρὸς ὑμᾶς καὶ ἐλθοῦσα ἤθελον ἐντυχεῖν σοι ὑ̣[πὲρ τῶν]