Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
μετὰ τὴν ὑπατίαν(*) τοῦ τῆς θείας λήξεως Ο̣ὐ̣αλεντινιανοῦ
καὶ Φλ(αουίου) Ἀνθεμίου τοῦ λαμπρ(οτάτου) ἐπαγομένων ε
Αὐρήλιος Τιμόθεος υἱὸς Θέωνος ἀπὸ τῆς λαμπρᾶς
καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίᾳ
5Θεοδοσίᾳ θυγατρὶ Ὀφ̣ε̣ι̣έ̣ω̣ς̣ ἀπὸ τῆς αὐτῆς πόλεως
ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας
τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ρλγ ρα τῆς \παρούσης/ δεκάτ(ης)
ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν τῇ αὐτῇ
πόλει ἐπʼ ἀμφόδου Παμμένους Παραδίσου ὁλόκληρον
10συμπόσιον καὶ τὸν ἐντὸς αὐτοῦ κοιτῶνα σὺν χρηστη-
ρίοις πᾶσι. καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυσίως
ἀργυρίου μυριάδας δι̣σ̣χιλίας, ὅπερ ἐνοίκιον
ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ
καὶ ὁπόταν βουληθῇς παραδώσω σοι τοὺς αὐτοὺς
15τό[που]ς ὡς καὶ [παρ]είληφα. κυρία ἡ μίσθωσις
ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Τιμόθε[ος υἱὸ]ς Θέωνος ὁ προκίμενος(*)
μεμίσθωμαι τὸ συμπόσιον μετὰ καὶ τοῦ ἐντὸς κοιτῶνος
καὶ ἀποδώσω ἐνοίκιον καὶ συμφωνῖ(*) μοι
20πάντα ὡς πρό[κι]ται(*). Αὐρήλιος Ἀπφοῦς Ἡραίσκου
ἔγραψα ὑπὲρ [αὐτοῦ γ]ράμματα μὴ εἰδότος.
☧ di emu Apf̣ọụṭọṣ ẹṭẹḷ(ioth)
vκαὶ Φλ(αουίου) Ἀνθεμίου τοῦ λαμπρ(οτάτου) ἐπαγομένων ε