Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 5) ὡμολ(όγηται)
(hand 1) [ἔτ]ο̣υς δευτέρου Αὐ̣τοκρά[το]ρος Καίσαρος Τίτου [Α]ἰ̣λίου Ἁδ̣ρ̣ι̣α̣[ν]ο̣ῦ Ἀντων̣είνου Σ̣ε̣β̣α̣στοῦ̣ Εὐσε̣βοῦς, Παῦνι ζ, ἐν Ὀξυρύγχων πόλ(ει) τῆς Θηβαΐδος.
ὁ̣μολογεῖ̣ Σαραπίων Ἀδρ̣ά̣στου τοῦ Διονυσίου μ̣ητρὸς Ἀ̣ρσ̣[ι]ν̣όης Θέωνος ἀπʼ Ὀ[ξ]υρύγχ̣ω̣ν πόλεως τῷ ἑαυτ̣οῦ ὁμογνησίῳ ἀδε̣λφῷ Θέωνι ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ
ἀ̣φʼ ὧν ἔχει προσ̣απογραφέντων ὑπʼ αὐτοῦ εἰς τὸ τῶν ἐνκτ̣ή̣σ̣εων βιβλιοφυλάκ̣ιον τ̣ῇ τ̣ετ̣ρ̣άδι το̣ῦ̣ ἐνεστ̣ῶ̣τ̣ο̣ς μηνὸς Παῦν[ι] πατρικῶν κεκλ̣ηρωμένων ὑπʼ αὐτοῦ ἐξ ἧς πεποίηται σὺ̣ν τῷ αὐτῷ ἀδελ-
5φῷ αὐτοῦ Θέω[νι] καὶ ἑ̣τ̣έροις αὐτῶν ὁμογνησίο̣ις ἀδ̣ε̣λ̣φοῖς Δίῳ καὶ Ἀδράσ̣τ̣ῳ κα̣ὶ̣ ἑτέρῳ Δίῳ καὶ Εὐδα̣ί̣μονι καὶ Ζωΐδι τῇ̣ κ̣αὶ Νεμεσοῦτι καὶ Διδύμῃ̣ διὰ τοῦ αὐτοῦ μνημονείου τῷ τρισκαιδεκ̣ά̣τῳ ἔτει
θεοῦ Τραϊανοῦ Φ[α]μ̣ενὼθ διαιρέσεως περὶ Τααμίρη τῆς Θμοισεφὼ τοπαρχ̣ί̣α̣ς ἐκ̣ τ̣ο̣ῦ̣ Ἀ̣λ̣έ̣ξ̣ωνος κλήρου ἀφʼ ὧν ἦξαν εἰς διαίρε̣σιν ἐκ τοῦ̣ αὐτοῦ κλήρου ἀρουρῶν δεκαεννέα τάς τε πρότερον τῆς̣ τ̣ηθίδος
αὐτοῦ Ζ̣ωΐδ̣ος [τ]ῆ̣ς κα̣[ὶ] Ν̣εμεσοῦτος, ὡς καὶ διὰ τῆς̣ δ̣ι̣α̣ιρέσεως ἀν̣ελήμφθησαν, ἀρούρας πέντε οὔσας κατοικικῆς καὶ ὠνημένης εἰ[ς κ]α̣τοικίαν, ἃς δηλοῖ ὁ ὁμολογῶν ε̣ἶναι ἐ\ν/ μιᾷ σφραγεῖδι(*) καὶ τὰς πρότε-
ρον τοῦ κα̣τὰ πατέρ[α αὐτοῦ πά]ππου Διο̣ν̣υσίου Δίου δύο οὔσας ὠνημένης εἰς κατοικίαν, ἃς ὁμοίως δηλοῖ ὁ ὁμολογῶν εἶναι ἐν μιᾷ σφραγεῖδι(*), τὰς ἐπὶ τὸ αὐτὸ γῆς σειτοφόρου(*) σπορίμου ἐξ ὀρθογωνίου
ἀρούρας ἑπτὰ τῶ̣[ν ἐπετε]ί̣ων τ[ο]ύ̣των̣ [ἐ]κ̣φορίων ὄντων τοῦ Σα̣ραπίωνος, γεί̣τ̣ονες τῶν μὲν ἐν μιᾷ σφραγεῖδι(*) ἀρουρῶν πέντε νό̣του ἐγ(*) μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους Ἀπολλωνίου καὶ Κρονίου ἀμ-
10φοτέρων Ἀδράσ̣[του], ἐ̣κ̣ [δ]ὲ̣ τοῦ ἀπ[ὸ] λ̣ιβὸ̣ς δ̣η̣μ̣οσία γῆ, βο̣ρρᾶ [Δ]ημητρίας Διογένους τοῦ̣ κ̣α̣ὶ̣ Μνησ̣ιθέου, ἀπη̣λιώτου πλευρισμός, λιβὸς τ̣ῆς προγεγραμμένης Δημητρία̣ς̣ καὶ ἑτέρων, τῶν δʼ ἄλλων
[ἐ]ν̣ τ̣ῇ̣ ἑτέρᾳ σφρα̣[γεῖδι](*)[ ἀρο]υ̣ρῶν [δ]ύ̣ο νότ̣ο̣υ̣ ἐγ(*) μὲν τοῦ ἀπὸ̣ ἀ̣πηλιώτου μέρους γύης̣, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς τῆς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ αὐτῆς Σαραπίωνος, βορρᾶ τῶν προγεγραμ-
μένων Ἀπολλω[νίου κα]ὶ̣ Κ̣ρονίο̣υ, ἀ̣πηλι̣ώ̣τ̣ο̣υ ὁ δηλο̣ύμ̣ενο[ς] πλε̣υρισμός, λιβ̣ὸς̣ τ̣ῆ̣ς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ Σαραπίωνος, ἵνʼ ὑπάρχωσι τῷ Θέων̣ι̣ καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψο-
μένοις αἱ παραχ̣ωρούμ̣εναι α̣[ὐ]τ̣ῷ ὡς π̣[ρ]όκειται ἄρουρα[ι] ἑπτὰ σὺν τοῖς ἄλλοις τειμ̣ί̣ο̣ι̣ς̣(*) κ̣[α]ὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον· καὶ αὐτόθεν ἀπέχειν τὸν ὁμολογοῦ̣ντα Σαραπίωνα παρὰ τοῦ ἀδελ-
φοῦ Θέωνος τ̣ὰ̣ς συμπεφων̣η̣μ̣έ̣νας ὑ̣πὲ̣ρ̣ π̣αραχωρη̣[τι]κοῦ τῶν α̣ὐτῶν ἀρουρῶ̣[ν] ἑπτὰ ἀργυρίου Σεβ̣αστοῦ νο̣μίσ̣ματος δραχμὰς τετρακεισχιλίας(*) πεντακοσίας ἐκ πλήρου̣ς̣ καὶ μηθὲν παρασυνγρα-
15φήσειν τὸν ὁ[μο]λ̣ογοῦντ̣α μηδ̣ʼ ἄ̣λ̣[λ]ον ὑ̣π[ὲ]ρ̣ α̣ὐ̣τ̣οῦ περὶ̣ τὴν̣ π̣αραχώρη̣σιν ταύτην̣ τ̣ρ̣[ό]π̣ῳ μηδενί, ἀλλὰ καὶ ἐ̣[πά]ναγκον αὐτὸν παρέξασθαι(*) τῷ ἀδελφῷ Θέωνι καὶ το̣ῖς παρʼ αὐτοῦ̣ τὰς αὐ̣τ̣ὰς ἀρούρας ἑπτὰ
διὰ παντὸς β̣[εβ]α̣ίας ἀπὸ πάντων πάσῃ β̣εβαι̣ώσει κα̣ὶ̣ κ[α]θ̣αρὰς ἀπὸ μὲν γεωργίας̣ β̣ασιλικῆς καὶ οὐσιακῆ̣ς̣ [γῆ]ς καὶ παντὸς εἴδ̣ους καὶ ἀπεργ̣ασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου,
ὁμ̣οίως διὰ π̣[α]ντὸς ἀπό δε(*) δημοσίων κ̣α̣ὶ̣ τελεσμάτων πάντων τῶν ἔμπροσθεν χ̣ρ̣[όνων] μέχρι τοῦ ἐν[εστ]ῶτος καὶ αὐτοῦ̣ τοῦ ἐνεστῶ̣τος δευτέρου ἔτους Ἀντωνείν̣ο̣υ Καίσαρος τοῦ κυρίου. ἐὰν δέ τι τού-
τω̣ν ὁ ὁμολ̣ογῶ̣ν παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ παραχωρουμ̣[έν]ῳ Θέωνι καὶ τοῖς πα̣[ρʼ α]ὐ̣τ̣οῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτειμ̣ον(*) ἀργυρίου δραχμὰς χειλίας(*) καὶ
εἰ̣ς̣ τὸ δημόσιον τ̣ὰ̣ς̣ [ἴσα]ς καὶ μηθὲν ἧσσον τὰ διωμο̣λογ̣[η]μ̣έ̣να κύρια ἔστω. κυρί̣α̣ ἡ̣ ἀ̣π̣ο̣[χ]ή̣. (hand 2) ἔτους δευ̣τέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ
——
20Ε̣ὐσε̣βοῦς, Παῦνι ζ. διὰ Χαιρ̣ήμ̣ο̣ν[ο]ς̣ το̣ῦ̣ σὺν ἄλλο̣ις ἐπιτηρ̣η̣τ̣οῦ̣ κεχρημάτισται. (hand 3) Σαραπίων ὁ σὺν ἄλλο(ις) ὑποσχό(μενος) ἐπη̣κολ(ούθηκα).