Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Φιλώτας Ζήνωνι χαίρειν. ἠξ[ί]ωσεν ἡμᾶς Κρότος γράψαι πρὸς σὲ περὶ τῶν
σωματίων τῶν ἀποχωρησάντων ἐκ το[ῦ Γα]ζαίων λιμένος. ἐτύγ[χ]ανον γὰρ παρειλημ-
μένος ὑπό τε Ἀπολλοφάνους καὶ αὐτοῦ [ὅπως] ἂν αὐ[τοῖς τὰ π]ερὶ τοὺς τελώνας
συνοικονομήσ̣ω̣ καὶ τὸ τάχος ἀπο ̣ ̣ ̣ ̣α̣[ ̣ ̣ ̣ ̣ ̣ αὐ]τ̣οῖς̣ [ἀποστ]-εί[λ]ω. πορευθεὶς οὖν
5πρὸς Ἡρώιδην τὸν τελώνην κατελάμβανον Ἀπολλοφάνην συγχώρησιν πεποιημ̣έ̣νον
πρὸς αὐτὸν τέλους (δραχμῶν) π εἰς τὸ Ἀπολλωνίου ὄνομα. ταύτην μ[ὲ]ν οὖν τὴν ὠνὴν ἠρά-
μην, ἄλλην δὲ ποιοῦμαι εἰς τὸ Ἀπολλοφάνους ὄνομα καὶ ἀπὸ τ[ο]ῦ συγκεχωρημένου
τέλους ἀφεῖλον (δραχμὰς) μ καὶ συγκατέστησα τὰ σώματα ἐπὶ τὸν λ[ι]μένα καὶ εἰσηγάγομεν
τὰ σώματα πρὸς Ἡρακλείδην καὶ παρεδώκαμεν Ἀπολλοφάνει καὶ [ἔ]φη αὐτὸς φυλάξειν,
10ἡμᾶς δὲ οὐκ εἴα πράγματα ἔχειν βουλομένων ἡμῶν συνδιατ[ηρ]εῖν. γέγραφα οὖν σοι
ὅπως ἂν εἰδῆις. χαρίζοιο δʼ ἄμ(*) μοι περὶ ὧν σοι τὸ ὑπόμνημα ἔδωκα ἀγοράσας καὶ ἀποστείλας μοι.
καὶ σὺ δὲ γράφε πρὸς ἡμᾶς περὶ ὧν ἂν βούληι· ποιήσομεν γὰρ αὐτό σ̣[οι] προθύμως.
ἔρρωσ[ο]. (ἔτους) κη, Πανήμου κζ.
vσωματίων τῶν ἀποχωρησάντων ἐκ το[ῦ Γα]ζαίων λιμένος. ἐτύγ[χ]ανον γὰρ παρειλημ-