Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Cair. Zen. III 59462 TM Nr. 1100

Letter from Kriton to Zenon

Philadelphia (Arsinoites) nach 246 v.Chr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XIII, S. 61 BL online
Inhalt Brief, Kriton an Zenon, Schwein, Eid, Überfall, Drohung, Beschwerde
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Κρίτων Ζήνωνι χαίρειν. καλῶ[ς ἂν ποι]ήσαις ἐπιστροφὴν ὑπὲρ ἐμοῦ ποιησάμενος, ἵνα μὴ ἔτι
τὸμ(*) πλείω χρόνον καταφθείρωμαι.   ̣[  ̣  ̣  ̣με]νος γὰρ μοι εἰς τὴν εἰκαδι(*) οἰκονομήσειν οὐθὲν πεποίηκε,
ἀλλὰ καὶ ἐμοῦ ἐν ἀγρῶι καθεύδοντος τ[ήν τε] ὗν νυκτὸς ἐκ τῆς αὐλῆς ἐξέβαλλε ἐπίτοκον οὖσαν
καὶ τὴν γυναῖκά μου ἐξεκαλεῖτο φ̣[άμενο]ς νευροκοπήσειν καὶ ἐμὲ προεκαλεῖτο οἰόμενος
5εἴσω με καθεύδε̣ι̣ν̣. παραγενομένου [δέ μου] ἐξ ἀγροῦ ἀπήγγελλέ μοι ἡ γυνὴ τὰ γενόμενα
πάντα. ἐγὼ δὲ το̣ύ̣τ̣ων οὐθενὶ οὐθὲν [ἐδή]λ̣ωσα ἕως ἂν αἱ ἡμέραι ἅς ᾐτήσατο παρέλθωσιν·
τὴν δὲ ὗν οὐκέτι εἰσήγαγον εἰς τὴν α[ὐλήν]. ἐνεύχομαι οὖν σου κατὰ τῶν ἀδελφῶν καὶ τοῦ βασιλέως
οἰκονομῆσαι τὰ περὶ ἐμέ, ἵνα μηκέτι [τ]αῦτα γίνηται μηδʼ ἔτι τὸμ(*) πλείω χρόνον παροινῶμαι.
[ὀ]μνύω δέ σοι τὸμ(*) βασιλέως δαίμονα [κ]α̣ὶ̣ Βερενίκην βασίλισσαν, ἵνα μὴ δ̣ο̣κῇς {με} ἐφʼ ὕβρει με
10[ἐ]ξορκίζειν αὐτόν, μὴ εἰληφέναι μηδεμίαν πλίνθον παρʼ αὐτοῦ. σὺ οὖν πολυώρησον
ὑπὲρ τούτων.
ἔρρωσο.
v
Ζήν[ωνι].
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar