Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 60 von 19192 Suchtreffern (Gesamt: 62737) zurück weiter

P.Tebt. II 317 TM Nr. 20817

Appointment of a Representative

Alexandria 174 - 175
Andere Publikationen M.Chr. 348
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XI, S. 278; XIII, S. 256 BL online
Bemerkungen Zu Z. 13 und 30f. vgl. ZPE 163, 2007, S. 188.
Inhalt Bestellung eines Bevollmächtigten einer Frau
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Τίτῳ Φλαουίῳ Ἀρτεμιδώρῳ νεωκόρῳ τοῦ μ[εγά]λου
Σαρ[άπιδο]ς γ[ε]νομένῳ κοσμητῃ ἱερεῖ ἐξηγητῇ καὶ
τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι
παρὰ Θενηρακλείας τῆς Ἡ̣ρα[κλήο]υ̣ [τ]οῦ
5Ὀννώφ[ρ]εως μητρὸς Ἡρωίδ[ο]ς ἀ[πὸ] κ̣[ώμ]ης
Τεπτύνεως τῆς Πολέμων[ο]ς μερίδος τ[ο]ῦ Ἀρ-
σινοείτου νομοῦ μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἡρακλή̣-
ου νεωτέρου ἀπὸ τῆς αὐτῆς κώμης. οὐ δυνα-
μένη κατὰ τὸ παρὸν τὸν εἰς τὸν Ἀρσινοίτην νο-
10μ[ὸ]ν πλοῦ[ν π]οιήσασθαι συνίστημι ἀντʼ ἐμαυ-
τῆς κατὰ τό[δε τ]ὸ ὑπόμνημα τὸν [ἕ]τ̣ερον ἐμοῦ τε
καὶ τοῦ Ἡρα[κλήο]υ̣ ἀδελφὸν ὄντα δ̣ὲ καὶ ἄνδρα
Ἡρακλῆν(*) πρεσβύτερον παρόντα καὶ εὐδοκ[ο]ῦν-
τα τῇδε τῇ συστάσει ἀναπλεύσοντα εἰς τὸν προ-
15[κ]είμενον ν[ο]μὸν καὶ καταστησ[όμε]νον ἐπί τε τοῦ
τῆς Θεμίστου καὶ Πολέμωνος μ[ερ]ίδων στρατηγοῦ
ἢ ἐπὶ τοῦ κρατίστου οὐσιακοῦ ἐπιτ[ρό]που Οὐλπίου
Ἡρακλείδου ἡνίκα ἐὰν εἰς τὸν νομὸν παραγένηται
[ἢ] καὶ τοῦ κρατίστου ἐπιστρα[τή]γου ἢ ἐ̣φʼ ὧν ἐ[ὰ]ν ἄλ̣λ̣ων
20[δέ]ον ἦν κ̣ρ̣ι̣τῶ̣ν̣ πρ[ό]ς τε Ἥ[ρ]ωνα τὸ[ν] καὶ Σαραπίω-
[ν]α ἐξηγητεύσαν[τ]α τῆς Ἀρσιν[οιτ]ῶν πόλεως κλη-
ρ[ο]νόμον [Τ]ο̣ύ̣ρβωνος ἐξηγητεύσαντος τῆς αὐτῆς
[πό]λεως περὶ ὧν οὐ δεόντως ἐ̣π̣ικρατεῖ ἀρουρῶν
τριάκοντα̣ ὀ̣κ̣[τ]ὼ̣ η̣ [πε]ρὶ κώμην Ὀ[ξύ]ρυγχα τῆς αὐ-
25τῆς μερίδ[ο]ς τῷ Ἡρακλήῳ προσηκουσῶν κὰ(*) τὸ τῆς
περιποιήσεως δίκαιον, καὶ πρὸς Μεγχῆν καὶ Σαν-
σνέα ἀπὸ [κ]ώμης Κερκεσούχων [Ὄ]ρους τῆς αὐτῆς
μερίδος π[ε]ρ̣ὶ μισθώσεως νομῶν, [κ]αὶ πάντα ἐπιτε-
λέσοντα. [δι]ὸ ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις
30οὖσι ε̣ἴ(*) τ[ι]σ̣ιν̣ <ἄλλοις> [οἷ]ς καθήκει ἵνʼ ἐὰν παρὼν ἐπ̣ʼ α̣ὐτοὺς <ᾖ>ὁ Ἡρα-
κλης(*) χρηματίζωσιν αὐτῷ ἕκαστα ἐπιτελοῦντι
ἐκ τοῦ ἐμοῦ ἀπούσης ὀνόματος καθὰ καὶ ἐμοὶ παρού-
σῃ ἐξῆν, εὐδοκῶ γὰρ ἐπὶ τούτοις ἵν[α] ἦ̣.
(hand 2) ἐ̣ν πρ  ̣  ̣  ̣ι̣ δι̣  ̣  ̣  ̣ ὑ̣π(ὲρ) α̣ὐ̣τ̣ῆ̣ς̣.
35(ἔτους) ιε Αὐτοκράτορος Καίσαρος Μ̣άρ̣κ̣ο̣υ̣
Αὐρηλίου Ἀντωνίνου [Σεβαστο]ῦ̣ Ἀρ̣μ̣ε̣ν̣ι̣α̣κ̣οῦ Μ̣η̣δ̣ι̣κοῦ
Π̣α̣ρ̣θ̣ι̣κ̣ο̣ῦ Γε[ρμανι]κοῦ Σ̣α̣ρ̣μ̣α̣τ̣ι̣κ̣ο̣ῦ̣ Μ̣ε̣γ̣ί̣σ̣τ̣ου
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]η̣
v
  ̣  ̣  ̣  ̣[  ̣ συσ]τατικὸ̣ς Θενηρακ[λείας πρὸς] τὸν
40[ἀδελφὸν   ̣]  ̣  ̣  ̣  ̣[- ca.9 -]  ̣  ̣  ̣[  ̣  ̣]  ̣(  )
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar

zurück weiter