Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
παρὰ Διονυσίας τῆς Χαι[ρ]ήμονος μητρὸς Ἑρμιό[νη]ς τῆς Χαιρήμονος τῶν
ἀπὸ τῆς μητροπόλεως τοῦ Ὀξυρυγχείτου νομοῦ. ἐνστάσης μ[οι] ἀμφισβητήσε-
ως πρὸς Σαραπίωνά τινα Μ[ν]η̣[σιθέ]ου ὅ̣στις ὃ ἠγόρασα κ[τῆ]μα ἀμπελι[κ]ὸν καὶ σειτικὰ(*)
5ἐδάφη παρὰ τοῦ πατρὸς α̣ὐ̣τ̣[ο]ῦ ἔτι ἀπὸ τοῦ ια (ἔτους) Ἁδριαν[οῦ] Καίσαρος τοῦ κυρίου ἀριθμή-
σασα αὐτῷ τε τῷ π̣α̣τ̣[ρ]ὶ̣ [καί τι]ν̣[ι] δανε[ι]στῇ αὐ[τοῦ τὴν σ]υμφωνηθεῖ[σα]ν τιμὴν
καὶ λαβοῦσα τὸν καθήκοντα τῆς ὠνῆς δημόσι[ον χρημα]τισμὸν ἔλεγεν ἐν πίστει
με ἔχειν αὐτά, ἀκούσας Κλαύδιος Κυιντιανὸς [ὁ γενόμε]νος ἐπιστράτηγος [ὑ]περ-
έθετο ἐπὶ τὸν κράτιστον [ἡγ]εμόνα. καἰγὼ(*) μὲν ἔκ[τ]οτε προσκαρτερῶ τῷ [τ]οῦ
10ἡγεμόνος βήματι, τοῦ δὲ [ἀν]τιδίκου ἀνεπιστρεπτήσαντος καὶ μὴ παραγε-
νομένου ἀνέδωκα τῷ [κρ]ατίστῳ ἡγεμόνι ἀναφ[ό]ριον οὗ ἀντίγραφ[ο]ν ὑπέτα-
ξα ἐξιστοροῦσα τ̣ὴ̣ν̣ εκ̣[ ̣] ̣ ̣τ̣[ο]υ πράγματος διάθεσ̣ι̣ν καὶ ἀνέπεμψέ με ἐπ[ὶ] σὲ
τὸν κύριον κριθησομένη[ν. ἐπ]εὶ οὖν ὁ ἀντίδικος [ο]ὐδὲ νῦν πάρεστιν ἡ δὲ [κα-]
τασπορὰ ἐπείγει καὶ ἡ ἐπι̣μ̣[έ]λ̣ε̣ι̣α̣ τ̣ῶν ὑπὸ τοῦ ποτ[α]μοῦ παρασεσυρμένων
15χρῄζει μου τῆς παρουσία[ς] ἀξιῶ ἐὰν δόξῃ σοι ἐπιτρέψαι μοι ἀναπλεῦ̣σ̣α̣ι̣ κρι-
θησομένην ὑπὸ σοῦ ἐπὶ τῶν τ̣ό̣πων, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει.
ἔστιν δὲ οὗ ἐπέδωκ[α τῷ κρα]τίστῳ ἡγεμόνι ἀναφορίου ἀντίγραφον·
[Τ]ίτῳ Φλαουίῳ Τιτ[ι]αν[ῷ τ]ῷ κρατίστῳ ἡγεμόνι
παρὰ Διονυσίας τῆς Χαιρήμ[ο]νος μητρὸς Ἑρμιόνης τῶν ἀπὸ Ὀξυρύγχων πόλεως.
20Σαραπίων τις Μνησιθέου ἀπ[ὸ τ]ῆς αὐτῆς πόλεως ἐπ[ὶ] Κλαυδίου Κυιντ[ι]ανοῦ τοῦ
γενομένου ἐπιστρατήγου [τῶν] Ἑπτὰ νομῶν τῇ μητρί μου Ἑρμιόνῃ φαρμα-
κείας ἐνκαλῶν καὶ περὶ ὑπα[ρχό]ντων τινῶν ἐλογοποιήσατο ὡς ὑποστελλόν-
των αὐτῷ ὧν ἐγὼ ἡ Διονυ[σί]α κατὰ δημοσίους ἠγόρασα χρηματισμοὺς ἀρι-
θμήσασα τιμὴν αὐτῶν τ[ῷ] π̣α̣τ̣ρὶ αὐτοῦ περιόντι καὶ δανεισταῖς τοῦ α[ὐ]τοῦ
25πατρὸς παρʼ οἷς ἦν τὰ δηλ[ο]ύμενα κτήματα ἐν ὑποθήκῃ κρατούμενα
φάσκων κατὰ πίστιν ̣ ̣[ ̣ ̣] ̣ ἐ̣γ̣γεγράφθαι, καὶ τὴν ὅλην ὑπόθεσιν ὑπερ-
θεμένου τοῦ ἐπιστρ[ατήγο]υ ἐπὶ σὲ τὸν εὐεργέτην τὴν μὲν μητέ-
ρα μου συνέβη ἀποθαν̣ε̣ῖ̣[ν] πρὸ τῆς δίκης, ἐγὼ δὲ ἔκτοτε ἐκ τῆς τοῦ
ἐπιστρατήγου ἐπιστολῆ[ς] μετὰ τοῦ Σαραπίωνος κελευσθεῖσα καταπ[λεῦ-]
30σαι ἐνθάδε κατήντησα τ[οῦ Σ]αραπίωνος μὴ ἐπιστραφέντος ὥστε κ[ατα-]
πλεῦσαι. ἐπεὶ οὖν ἐνθάδ[ε] μοι διατριβούσῃ ἀπηνγέλη(*) τὰ ἐμὰ πάν[τα]
ἐκ τῆς ὑπερβαροῦς ἀνα[βάσ]ε̣ως τοῦ ἱερωτάτου Νίλου ἀπολωλένα[ι]
ἐποίκιά τε κ[αὶ ἐδάφη καὶ] χώματα, παρακαλῶ σε, ἡγεμὼν κύριε, [τ]οῦ
ἀντιδίκο[υ οὐδὲ νῦν παρό]ντος, ἐπιτρέψαι μοι ἀναπλεῦσαι ἵνα τὰ ἐ[μα]υ-
35τῆς δίκ̣[αια λάβω, μὴ σὺ]ν τοῖς ὑπάρχουσί μου κἀγὼ(*) λειμῷ(*) συναπολῶμαι,
[ἵνʼ ὦ εὐεργετημένη]. διευτύχει. (ἔτους) ιϛ Ἁδριανοῦ Καίσαρος Φαῶφι ιβ.
[- ca.18 -]ς̣ ἔχει ἔντυχε τῷ ἐπιστρατήγῳ. ἀπόδος.