Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Ἀνουβίω]ν Σαραπίωνι τῶι
π[α]τρὶ χαίρειν.
[παρὰ] τὴν κατάλυσιν τῶν ἀναψών-
τ[ω]ν ἐπ[ο]ρεύθην εἰς Τερενεπὰ καὶ
5μ[ε]τὰ πολ[λ]ῶν κόπων ἀπῄτησα Πα-
νεμγέα χωρὶς οὐδενὸς γράμμα̣[τος]
δραχ(μὰς) ὀδοήκοντα(*) ἃς διὰ Ἀμμωνίου
σοι ἔπεμψα. ὡς οὖν ἔγραψάς μοι πρό-
τερον τὸν λάκον(*) ἀναψῆσαι ποιῶ·
10τὸ γὰρ χωρίον ἐὰν μὴ εὕρῃ τὸ αὔταρ-
κες ὕδωρ μέλει(*) βλάπτεσθαι. γράφεις
οὖν μοι ποτέραν ἅλω πρότερον θέ-
λεις πατῆσαι ἵνα μετὰ τὸν ἀναψησ-
μὸν πατήσω. πέμψεις δὲ τὴν π̣α-
15γειδα(*) καὶ ἐὰν δυνηθῇς ἐργάτην
ἕνα ἵνα ἀσφαλέστερον πατήσωμεν.
ἡ δεκανία τῶν βοῶν δραχ(μῶν) τριῶν
ἐστιν(*) χωρὶς οὐδενὸς ἐργάτου. πέμ-
ψεις μοι ἄρτους καὶ προσφάγιον.
20 vac. ?
20[ἔρρωσό] μοι πάτερ
π[α]τρὶ χαίρειν.
[παρὰ] τὴν κατάλυσιν τῶν ἀναψών-
τ[ω]ν ἐπ[ο]ρεύθην εἰς Τερενεπὰ καὶ
5μ[ε]τὰ πολ[λ]ῶν κόπων ἀπῄτησα Πα-
νεμγέα χωρὶς οὐδενὸς γράμμα̣[τος]
δραχ(μὰς) ὀδοήκοντα(*) ἃς διὰ Ἀμμωνίου
σοι ἔπεμψα. ὡς οὖν ἔγραψάς μοι πρό-
τερον τὸν λάκον(*) ἀναψῆσαι ποιῶ·
10τὸ γὰρ χωρίον ἐὰν μὴ εὕρῃ τὸ αὔταρ-
κες ὕδωρ μέλει(*) βλάπτεσθαι. γράφεις
οὖν μοι ποτέραν ἅλω πρότερον θέ-
λεις πατῆσαι ἵνα μετὰ τὸν ἀναψησ-
μὸν πατήσω. πέμψεις δὲ τὴν π̣α-
15γειδα(*) καὶ ἐὰν δυνηθῇς ἐργάτην
ἕνα ἵνα ἀσφαλέστερον πατήσωμεν.
ἡ δεκανία τῶν βοῶν δραχ(μῶν) τριῶν
ἐστιν(*) χωρὶς οὐδενὸς ἐργάτου. πέμ-
ψεις μοι ἄρτους καὶ προσφάγιον.
20 vac. ?
20[ἔρρωσό] μοι πάτερ