Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Σαραπίων Σελήνηι τῆι
ἀδελφῆι χαίρειν.
ἕως ἂν ἐπιγνῶ τὸ ἀσφαλὲς τοῦ πρά-
γματος περὶ οὗ κατέπλευσα ἐπιμενῶ·
5ἐλπίζω δὲ θεῶν θελόντων ἐκ τῶν
λαλουμένων διαφεύξεσθαι καὶ με-
τὰ τὴν πεντεκαιδεκάτην ἀναπλεύ-
σειν. μελησάτω σοι ὅπως ἀγορασθῇ
τὰ κενώματα καὶ ὅπως τὰ παιδία
10περὶ τὴν ἰδιοσπορίαν ἡμῶν καὶ τοὺς
γεωργοὺς ἐπιμελῶς ἀναστραφῶσιν,
μάλιστα δὲ περὶ το̣ὺ̣ς̣ ἐν Ὑφαντῶν̣ι, ὅ-
πως μὴ δίκας λέγωμεν. οὕτως δὲ
ἠμελήσατε ἡμῶν ὡς ἀνειρημέ-
15νων(*) τὸ ἀναβολικὸν καὶ ἐχόντων ἐκ
τούτου εἰς ἡμᾶς δαπανῆσαι. ἐχρη-
σάμεθα οὖν παρὰ φίλων· [ἐ]κ γὰρ ὧν
ἔπεμψας δραχμῶν διακοσίων διὰ
Ἡλιοδώρου ἀνηλώθησαν εἰς τέλη
20καὶ ναῦλα ἀνάπλου καὶ κατάπλου (δραχμαὶ) πδ.
ἐπέμψαμεν δʼ ὑμῖν ἐπιστολὰς πολ-
λὰς καὶ διὰ τοῦ δούλου δὲ Σαραπίωνος
καὶ διὰ το̣ῦ υἱοῦ τοῦ βασιλικοῦ.
(hand 2) ἔρρωσο Σελήνη ἀδελφή
vἀδελφῆι χαίρειν.
ἕως ἂν ἐπιγνῶ τὸ ἀσφαλὲς τοῦ πρά-
γματος περὶ οὗ κατέπλευσα ἐπιμενῶ·
5ἐλπίζω δὲ θεῶν θελόντων ἐκ τῶν
λαλουμένων διαφεύξεσθαι καὶ με-
τὰ τὴν πεντεκαιδεκάτην ἀναπλεύ-
σειν. μελησάτω σοι ὅπως ἀγορασθῇ
τὰ κενώματα καὶ ὅπως τὰ παιδία
10περὶ τὴν ἰδιοσπορίαν ἡμῶν καὶ τοὺς
γεωργοὺς ἐπιμελῶς ἀναστραφῶσιν,
μάλιστα δὲ περὶ το̣ὺ̣ς̣ ἐν Ὑφαντῶν̣ι, ὅ-
πως μὴ δίκας λέγωμεν. οὕτως δὲ
ἠμελήσατε ἡμῶν ὡς ἀνειρημέ-
15νων(*) τὸ ἀναβολικὸν καὶ ἐχόντων ἐκ
τούτου εἰς ἡμᾶς δαπανῆσαι. ἐχρη-
σάμεθα οὖν παρὰ φίλων· [ἐ]κ γὰρ ὧν
ἔπεμψας δραχμῶν διακοσίων διὰ
Ἡλιοδώρου ἀνηλώθησαν εἰς τέλη
20καὶ ναῦλα ἀνάπλου καὶ κατάπλου (δραχμαὶ) πδ.
ἐπέμψαμεν δʼ ὑμῖν ἐπιστολὰς πολ-
λὰς καὶ διὰ τοῦ δούλου δὲ Σαραπίωνος
καὶ διὰ το̣ῦ υἱοῦ τοῦ βασιλικοῦ.
(hand 2) ἔρρωσο Σελήνη ἀδελφή