Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Γαίῳ Καικιλίῳ Σαλουιανῷ τῷ κρατίστῳ δικαιοδότῃ, διαδεχομένῳ καὶ τὰ κατὰ τὴν ἡγεμονίαν,
παρὰ Αἰτητῆς Φροντίδος. καθʼ ἣν ἀπέλιπεν, κύριε, διαθήκην Ῥωμαικὴν
Γάιος Φα[β]ο̣[ύλλ]ιος Μάκερ οὐετρανὸς ἀπὸ στόλου πραιτωρίου Με[ισην]ῶν, ἀπέ-
λιπεν κλη[ρο]νόμον Γάιον Λονγεῖνον Κάστορα συνουετρανὸν ἑαυτοῦ καὶ
5κατὰ τὴ[ν] α[ὐ]τὴ[ν] διαθήκην δοθῆναί μο[ι] ἠθέλησεν ληγάτου ἀργυρίου
δ[ρ]α̣χ[μ]ὰ̣[ς δι]σ̣χε[ι]λίας(*) καὶ σουβρικοπάλλιον̣ ἰδιόχρωμον. οὗτός τε προσ-
ερε[ίδων(?) τῇ] κληρονομίᾳ καὶ πάντα τὰ ὑπὸ αὐτοῦ ἀπολειφθέντα ἐν ἑαυτῷ
ποιη[σάμε]νος, [ληγᾶ]τόν μοι μέχρ[ι] τούτου οὐ βούλεται ἀποδιδόναι ―
διὸ ἀξ[ιῶ, ἐάν σου τῇ] τύχῃ δόξῃ, ἀκο[ῦσαί μ]ου πρὸς αὐτ[όν, ὅπ]ως δυνη-
10θῶ τὸ λη̣γ̣[ᾶτον ἀπ]ολαβ[ο]ῦσα τῇ τύ̣[χῃ σ]ου διὰ παντὸς [εὐχα]ριστεῖν. διευτύχει.
Αἰτη[τ]ὴ Φ̣[ροντὶς ἐπιδέ]δωκα. Γάιος [Λονγεῖ]νος Ἀπολιν[άριος] οὐετρα-
[νὸς] ἔ[γρ]α[ψα ὑπὲρ αὐτ]ῆς γράμματα [μὴ ἰ]δυίης(*)
[ἔτ]ους ιϛ Φαρμ[οῦθι ϛ] ἀγορανο̣[μ ̣ ̣ ̣ ̣]