Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,1
[ -ca.?- ἑρμηνεί]α διαθ(ήκης).
[Γάιος Λογγῖνος Κάστωρ οὐε]τρανὸς ἐντίμως ἀπ̣ολυθε[ὶ]ς
[ἐκ κλάσσης πραιτωρί]ας Μισνηῶν [δια]θήκην ἐποί[ησ]εν.
[ἐλευθέρας εἶναι κελεύω] Μαρκέλλαν δού[λη]ν μ[ο]υ μίζονα(*) ἐ[τ]ῶν
5[τριάκοντα καὶ Κλεοπάτραν] δούλην μου μ[είζονα] ἐτῶν τριάκ[οντ]α
[- ca.23 -]ομο[ ̣] ἐξ ἴσου μ[έρους] ἐμοῦ κληρον[όμο]ι̣
[ἔστωσαν οἱ δὲ λοιποὶ πά]ν[τε]ς ἀπ̣οκληρόνομοι [ ̣ ̣ ̣] ἔ̣στωσαν. προσε[ρ]χέσ-
[θωσαν οὖν τῇ κληρονομίᾳ] μου(?) ἑκάστη ὑπὲρ τοῦ ἰδίου μέρους ὁπότ[α]ν
[γνῷ καὶ δύνηται μα]ρ[τύ]ρασθαι ἑαυτὴν ἐμοῦ κλ[η]ρονόμον εἶναι, μὴ ἐξῖ-
10[ναι](*) [δ]ὲ π̣[ι]π̣[ρά]σκιν(*) μηδὲ ὑποτίθεσθαι. ἀλλʼ εἴ τι ἐὰν ἀν[θ]ρώπιν[ο]ν πά-
[θῃ] Μαρκέλλ[α] ἡ προγεγραμμένη, τότε τὸ μέρος τῆς κληρονομίας ἑαυτῆς
[πρ]ὸς Σαραπίωνα καὶ Σωκράτην καὶ Λόγγον καταντῆσαι θέλω. ὁμοίως
[Κλε]οπάτραν τὸ μέρος αὐτῆς πρὸς Νεῖλον καταντῆσαι θέλω. ὃς ἐάν μου κλη-
[ρον]όμος γέ[νητ]αι, ὑπεύθυνος ἔστω δῶναι ποιῆσαι παρασχέσθαι ταῦ-
15[τα] πάντα, [ἃ ἐ]ν ταύτῃ τῇ διαθήκῃ μου γεγραμμένα εἴη, τῇ τε πίστι(*)
[α]ὐτῆς παρακατατίθομαι(*).
[Σαρ]α̣πιὰς δούλη μου, θυγάτηρ Κλεοπάτρας ἀπελευθέρας μου, ἐλευθέρα ἔστω
[ᾗ κ]α̣ὶ̣ δίδωμι καταλίπω(*) ἀρούρας σιτικὰς πέντε , ἃς ἔχω περὶ κώμην Κα-
[ρα]νίδα ἐν τόπῳ λεγομένῳ Στρουθῷ, ὁμοίως ἄρουραν μίαν τέταρτον
20[κο]ιλάδος, ὁμοίως τρίτον μέρος οἰκίας μ̣ου καὶ τρίτον μέρος ἐκ τῆς αὐ-
[τ]ῆς οἰκίας, ὃ ἠγόρασα πρότερον παρὰ Πραπεθεῦτος μητρὸς Θασεῦτος,
[ὁ]μοίως τρίτον μέρος φοινικῶνος, ὃν ἔχω ἔγγιστα τῆς διώρυγος, ὃ καλεῖται
r,2dupl[Γάιος Λογγῖνος Κάστωρ οὐε]τρανὸς ἐντίμως ἀπ̣ολυθε[ὶ]ς

Παλαι[ὰ] Διῶρυξ. ἐκκο[μι]σθῆναι περιστ[αλ]ῆναί τε ἐμαυτὸ[ν] θέλω τῇ φροντίδι καὶ εὐσεβείᾳ
τῶν [κ]ληρονόμων μου. εἴ τι ἐὰν ἐγὼ μετὰ ταῦτα γεγραμμένον καταλίπω(*) τῇ ἐμῇ χειρὶ γεγραμμένον
οἵῳ δή[π]οτε τρόπῳ βέβα[ιό]ν μοι εἶναι θέλω. ταύτῃ τῇ διαθήκῃ δόλος πονηρὸς ἀπέστη. οἰκετίαν χρή-
ματα τ[ε] τῆς διαθήκης γε[ι]νομένης ἐπρίατο Ἰούλιος Πετρωνιανὸς σηστερτίου νούμμου ἑνός , ζυ-
5γοστα[τοῦ]ντος Γαίου Λουκρητίου Σατορνείλου, ἐπεγνοι(*). ἀντ̣εμαρτύρατο Μᾶρκον Σεμπρώνιον Ἡρα-
κλια[νόν], ἐπεγνοι(*). ἡ δια[θή]κη ἐγένετο ἐν κ[ώ]μῃ Καρανίδι νομῷ Ἀρσινοείτῃ πρὸ ιε καλανδῶν Νο-
εμβρ[ι]ῶν δυσὶ Σιλάνοις ὑ[πά]τοις (ἔτους) λ Αὐτοκράτορος Καίσαρος Μάρ[κο]υ Αὐρηλίου Κο[μμ]όδου Ἀντωνεί[ν]ου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Ἁθὺρ κα εἰ δέ
τι πε[ρ]ισσὰ γράμματα τῇ χειρί μου γεγραμμένα καταλίπω(*) βέβαια εἶναι θέλω.
10ἠνύγη(*) καὶ ἀνεγνώσθη Ἀρσινοείτῃ μητροπόλει ἐν τῇ Σεβαστῇ ἀγορᾷ ἐν τῇ στατιῶνι τῆς εἰκοσ-
τῆς τῶν κληρονομιῶν καὶ ἐλευθεριῶν πρὸ θ καλανδῶν Μαρτιῶν ὑπάτοις τοῖς οὖσι, (ἔτους) β
Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σευήρου Περτίνακος Σεβαστοῦ Μεχεὶρ κζ. οἱ λοιποὶ σφρα(γισταὶ)
Γάιος Λογγῖνος Ἀκύλας, ἐπεγνοι(*), Ἰούλιος Βολύσσιος, Μᾶρκος Ἀντίστιος Πετρωνιανὸς Ἰούλιος
Γεμέλλος οὐετρ[α]νός.
15ἑρμηνία(*) κωδικίλλων διπτύχων. Γάιος Λογγῖνος Κάστωρ οὐετρανὸς ἀπολυθεὶς ἐν-
τίμως ἐκ κλάσσης πραιτωρίας Μισηνῶν κωδικίλλους ἐποίησα. Μᾶρκον Σεμπρώνιον Ἡρα-
κλιανὸν φίλον καὶ ἀξιόλο[γ]ον ἐποίησα ἐπίτροπον τῇ ἰδίᾳ πίστι(*). συνγενεῖ Ἰουλίῳ Σερήνῳ δίδωμι
καταλίπω(*) σεστερτίους νούμμους δ. πρὸ ζ εἰδῶν Φεβραριῶν τῇ ἰδίᾳ μου χειρὶ ἔγραψα. ἐσφρά-
γισαν Λογγῖνος Ἀκύλας καὶ Οὐαλέριος Πρίσκος· σφραγισταί Γάιος Λογγῖνος Ἀκύλας ἐπεγνοι(*) Ἰού-
20λιος Φιλόξενος, Γάιος Λουκρήτιος Σατορνεῖλος, ἐπεγνοι(*), Γάιος Λογγῖνος Κάστωρ, Ἰούλιος Γεμέλλος οὐε-
τρανός. ἠνύγησαν(*) καὶ ἀνεγνώσθησαν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἡ διαθήκη ἐλύθη.
(hand 2) Γαίος Λούκκιος Γεμινι[ανὸ]ς νομικὸς Ῥωμαικὸς ἡρμήνευσα τὸ προκείμενον ἀντίγραφον καί ἐστιν σύμφω-
νον τῇ αὐθεντικῇ διαθήκῃ.
vτῶν [κ]ληρονόμων μου. εἴ τι ἐὰν ἐγὼ μετὰ ταῦτα γεγραμμένον καταλίπω(*) τῇ ἐμῇ χειρὶ γεγραμμένον