Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Τιβερίωι Κλαυδίωι Ἀρείωι στρατηγ(ῷ) Ἀρσι(νοΐτου)
Ἡρακλείδ(ου) μερίδ(ος)
παρὰ Ταβοῦτος τῆς Τεσήους τῶν
ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς
5αὐτῆς μερίδος μετὰ κυρίου τοῦ υἱοῦ Στοτο-
ήτιος τοῦ Ἀπύγχεος. πολλῆς μοι ἀμφισβη-
τήσεως οὔσης πρὸς τὸν ὁμοπάτριον
καὶ ὁμομήτριόν μου ἀδελφὸν Σαταβοὺς
ἐνχρηζούσης τῆς τοῦ κρατίστου ἡγεμόνο(ς)
10[Πο]μπηίου Πλάντα μισοπονηρίας περὶ πᾶ-
σαν αὐτοῦ τὴν δικαιοδοσίαν, περὶ ἧς
ἐνεχίρισε(*) συνπαραλαβὼν ἑαυτῶι τὸν τ[ο]ῦ
ἑτέρου μου ἀδελφοῦ Ἐριέως, ὃς τετελεύτηκ[ε],
υἱὸν Ἁρπαγάθην ῥαδουργίας(*) πάντων
15τῶν ἐπʼ ὀνόματος τῆς μητρός μου ̣ε ̣ ̣-
ο[υ]ς \ἣ τε[τελεύ]τηκεν/ εἰς αὐτοὺς ὑπαρχόντων ἀξιῶι(*) κατα-
χ[ωρι]σθέντος παρὰ σοὶ τοῦδε τοῦ ὑπομνήματο[ς]
ἀντίγρα[φ]ον διʼ ἑνὸς τῶν περί σε ὑπηρ[ε]τῶν
μετα[δο]θῆναι τῶι Σαταβοῦτι, ὅπως
20εἰδῇ παρέσεσται(*) αὐτὸν σὺν τῶι Ἁρπαγάθ(ῃ),
οὗ ἐὰν ὁ κράτιστος ἡγεμὼν Πομπήιος Πλάντας
τὸν τοῦ νομοῦ διαλογισμὸν ποιῆται πρὸς τὸ
τυχῖν(*) με τῆς ἀπὸ τοῦ(*) βοηθείας. εὐτύχ(ει).
(hand 2) μετεδόθη διὰ Ἀμμωνίου τοῦ Ἀμμωνίου
25ὑπηρέτου. (ἔτους) β Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμε(νὼθ) α.