Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐξ ὑπομνηματισμῶν Ἰουλίου Κουιντιανοῦ τοῦ κρατίστου
ἐπιστρατήγου ἔτους δευτέρου Λουκίου
Σεπτιμίου Σεουήρου Περτείνακος(*) Σεβαστοῦ Μεσορὴ β. μεθʼ (ἕτερα)·
κληθέντος Πεκῦσις Ἀπύγχεως καὶ ὑπακούσαντος Διαδέλ-
5φος ῥήτωρ εἶπεν· ἐάν σοι δοκῇ, κάλεσον τὸν τῆς Νείλου
πόλεως κωμογραμματέα, ᾧ ὁ ἡμέτερος ἐνκαλεῖ. κλη-
θέντος καὶ μὴ ὑπακούσαντος Ἀρτεμίδωρος στρατηγὸς εἶπ[ε]ν·
κωμογραμματέα οὐκ ἔχι(*) ἡ Νείλου πόλις, ἀλλὰ πρεσβυτέρους
διαδεχομένους. Διάδελφος ῥήτωρ εἶπεν· κεκέλευσται ὑπὸ
10τῶν κατὰ καιρὸν ἡγεμόνων ἕκαστον ἰς(*) τὴν ἑαυτοῦ κώ-
μην καὶ μὴ ἀπʼ ἄλλης κώμης εἰς ἄλλην μεταφαίρεσθαι.
ὅτι νῦν κωμογραμματεὺς ἐπηρεάζει τῷ συνηγορου-
μ[έ]νῳ, ἀνέδωκεν αὐτὸν πράκτορα ἀργυρικῶν τῆς ἰδίας
κώμης εἰς ἄλλην λειτουργείαν(*). ἀξιοῖ ἀναγεινώσκων(*) τὰ κε-
15κελευσμένα μὴ ἀφέλκεσθαι ἀπὸ τῆς ἰδίας εἰς ἀλλοτρίαν.
Κοιντιανὸς εἶπεν· στρατηγὸς διαλήμψεται, ὃ τῶν ἐμῶν
μερῶν καταλάβηται, ἐπʼ ἐμὲ ἀναπέμψιν(*).