Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Εὐφρόνιος Μίλωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἐπιλαβὼν
παρὰ τῶν τραπεζιτῶν τῶν ἐν τοῖς ἱεροῖς τ[ὰ] πεπτωκ[ό]τα εἰς τὸ ἐν Ἀπόλλ̣ω̣ν̣[ος]
πόλει τῆ[ι μ]εγάληι ἱερὸν ὁμοίως δὲ καὶ τοῦ εἰσμεμετρημένου σίτου παρὰ τῶν
πρὸς τοῖς [θ]η̣[σ]αυροῖς ἀπὸ τοῦ πρωτίσ̣του χρόνου ἕως τοῦ ἐνεστῶτος κατὰ μῆνα
5καὶ καθʼ(*) ἔτ[ο]ς, διεστάλθω δὲ εἰς ἃ πέπτωκεν ἔτη, καὶ τοῦ[το ποιή]σας ἐπιμελῶς
ἀπόστειλ[ο]ν ἡμῖν ἐπὶ τῶν διαδόχων, ὅπως μὴ διὰ ταῦτα κωλυώμεθα
τῶν λοιπῶν ἐν ἑτοίμωι ὄντων τοὺς [λ]όγ̣ους εἰς τὴν πόλιν [κα]ταπέμψαι·
ἔστιν δὲ τὰ πεπτωκότα διὰ Θ̣[ ̣]ου καὶ Ἄνδρωνος ὥστε ἐπακολουθεῖ̣ν̣.
ἔρρω[σο (ἔτους)] κε Παῦνι κδ
vπαρὰ τῶν τραπεζιτῶν τῶν ἐν τοῖς ἱεροῖς τ[ὰ] πεπτωκ[ό]τα εἰς τὸ ἐν Ἀπόλλ̣ω̣ν̣[ος]