Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεύοντος Πτολεμαίου (ἔτους) μα ἐφʼ ἱερέως εὐρέου τοῦ Προίτου τῶι γ (ἔτει) μηνὸς
Ὑπερβερεταίου. κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Δίωνος Παντάρκει Ἀρκάδι τρφεῖα(*)
ὑπὲρ αὑτῆς ἀργυρίου δραχμὰς τετρακοσίας . μὴ ἐξέστω δὲ Παντάρκει ἐπελθεῖν ἐπʼ Ἐλάφιον
εἰσπράττοντι τροφεῖα ἢ καταδουλούμενον παρευρέσει μηδεμιᾶι μηδʼ ἄλλωι ὑπὲρ παντάρκους
5μηθενί. εἰ δὲ μὴ ἥ τε ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ ἀποτεισάτω Παντάρχης Ἐλαφίωι ἢ τῶι
ὑπὲρ Ἐλαφίου πορευομένωι ἐπίτιμον δραχμὰς μυρίας . ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι
οὗ ἂν ἐπιφέρηι Ἐλάφιον κατὰ Παντάρκους ἢ ἄλλος ὑπὲρ Ἐλαφίου πράσσων καθάπερ καὶ Ἐλαφίωι
γέγραπται. μάρτυρες Κλεόνικος Ἀρκάς, Νικαγόρας Κυρηναῖος, Ῥοδοκλῆς Αἰγινήτης,
Ἀφροδίσιος Σιδώτης, Διονύσιος Μάγνης, Θαλίαρχος Κυρηναῖος. συγ-γραφοφύλαξ Νικαγόρας.
vὙπερβερεταίου. κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Δίωνος Παντάρκει Ἀρκάδι τρφεῖα(*)