Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεύοντος Πτολεμαίου (ἔτους) μα ἐφʼ ἱερέως εὐρέου τοῦ Προίτου τῶι γ (ἔτει) μηνὸς Ἀρτεμισίου
κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Παντάρκους Ἀντιπάτρωι Ἀρκάδι τροφεῖα ὑπὲρ αὑτῆς ἀργυρίου (δραχμὰς) τ.
μὴ ἐξέστω δὲ Ἀντιπάτρωι ἐπελθεῖν ἐπʼ Ἐλάφιον εἰσπράττοντι τροφεῖα ἢ καταδουλούμενον παρευρέσει
μηδεμιᾶι μηδʼ ἄλλωι ὑπὲρ Ἀντιπάτρου. εἰ δὲ μὴ ἥ τʼ ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ ἀποτεισάτω
5Ἀντίπατρος Ἐλαφίωι ἢ τῶι ὑπὲρ Ἐλαφίου πορευομένωι ἐπίτιμον (δραχμὰς) Γ. ἡ δέ συγγραφὴ(*) ἥδε κυρία ἔστω
πανταχῆι οὗ ἂν ἐπιφέρηι Ἐλάφιον κατʼ Ἀντιπάτρου ἢ ἄλλος ὑπὲρ Ἐλαφίου πράσσων καθάπερ Ἐλαφίωι
γέγραπται. μάρτυρες Παγκράτης Ἀρκάς, Καφισίας Φωκεύς, Δίφιλος Φωκεύς, Ἐπίνικος Χαλκιδεύς,
Ἀθηναγόρας Ἀλεξανδρεύς, Ξενοκλῆς Ῥόδιος
vκατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Παντάρκους Ἀντιπάτρωι Ἀρκάδι τροφεῖα ὑπὲρ αὑτῆς ἀργυρίου (δραχμὰς) τ.