Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
̣ ̣ ̣[- ca.35 -]
Διονυ[- ca.32 -]
τῆι̣ ιε τοῦ̣ ̣[- ca.25 - προ-]
ενήνεκται Τήρης τῶν φ[ίλων καὶ στρατηγὸς]
5κωλύεσθαι τὰ κατὰ τὴν [οἰκοδο]μ̣ί̣αν τοῦ κτι-
ζομένου φρουρίου ἐπὶ τοῦ καθʼ Ἡρ[α]κλ̣έ̣ους πόλιν
ὅρμου ⟦φρουρίου⟧ ἕνεκα το[ῦ] σ̣[ε] μὴ̣ ο̣ἴε[σ]θ̣[α]ι̣ \ὑ̣π̣[ο]μένε̣ι̣ν τ̣[ὰ]/ ἀπὸ
τῆς τιμῆς τῶν πεπραμένων ἐ[ν] αὐτῶι ψιλῶν
τόπων χρήματα, ἃ προστέτακτα[ι], καταχρ[ῆ]σθαι
10εἰς τὴν δηλουμένην χρείαν κατὰ τὸν ὑποκεί-
μενον χρηματισμόν. φρόντισον δ̣ὲ̣ \ὅπως/ τά τε ἀπὸ
τ[ούτ]ων εἰσαχθησόμενα χρήματα καὶ τὰ
ἀπὸ τῶν λογευομένων ἔν τε [τ]ῆι μητροπό(λει)
καὶ ταῖς ἄλλαις κώμαις διδῶται εἰς τὸ αὐτὸ
15εἶδος καθʼ ὅ τι ἂν ἐπιστέλλῃ [Π]ρώταρχος
[ὁ] ἀρχιτέκτων συνειλκυσμ[ένων] δὲ τοῖς
ἀπʼ ἀρχῆς ὠι̣κονομημένοις δ[ι’ Ὥ]ρου τοῦ πρεσβυ(τέρου)
τοῦ γενομένου τοπογραμματέ[ω]ς καὶ Ὥρου
τοῦ νυνὶ καθεσταμένου πρὸς [τ]ῆι αὐτῆι
20χρείαι, τῶν κριθέντων ὑπὸ Πτολεμαίου
τοῦ στρατηγήσαντος καὶ Διονυσίου τοῦ βασιλικοῦ
γρα(μματέως) ταγῆναι π̣ρ̣ὸ̣ς̣ τ̣ῶ̣ι̣ χειρι[σμ]ῶι ἐὰν μή τινα
ἕτερον προχειρίσηται Διονύσιος ὁ βασιλικὸς
γρα(μματεύς). ἵνα δὲ μηθὲν ἐν τούτοις ἀ[γ]νοηθῆι
25μελησάτω σοι μὴ παρέργως.