Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1Traces 1 line
2Φνεβιέω̣ς̣ ὁ̣ ἀνε ̣[ -ca.?- ]
μεριδάρχηι παρὰ τὴν σὴν μ̣ι̣σ̣ο̣-
πονηρίαν ο̣ἷς καὶ συνθεωρήσαντες
5τῆι κβ τοῦ Παχὼν ἐπελθόντες
Μένανδρος καὶ Δημήτριος Θαλοῦ
[μ]ετ̣ʼ ἐπαγωγῆς τοῦ ἀρχεφόδου
Σωσιβίου καὶ Πετεχῶντος θεαγοῦ
οὐ μόνον συντρίψαντες θύραν [κα]ὶ
10ἐπιθέμενοι τῆι μητρὶ περὶ το̣ύ̣των
λογοποιουμένηι ἐξύβρισαν οὐ μετρίως
καὶ εἰς τὸν περὶ τοῦ ζῆν κίνδυνον περι-
στήσαντες καὶ βίᾳ τρυγήσαντες τὸν περι-
στερεῶνα ἀπηλλάγησαν. ἀξιῶ
15ἐὰν φαίνηται συντάξαι καταστῆσαι
τούτους ἐπὶ σὲ καὶ διαλαβεῖν περὶ αὐτῶν
μεισοπονήρως(*), εἰς δὲ τὸ λοιπὸν μηδὲν
βίαιον συντελεῖν, τυχόντες(*) ὧν προσήκει
πρὸς ἐπίστασιν ἄλλων, ἵνʼ ὦ ἀντε̣ι̣λ̣η̣μ̣μ̣έ̣ν̣ο̣ς̣.
——
20 vac. ? εὐ̣τ̣ύ̣χει