Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Εὐρυλόχωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Διονυσίας τῆς Ἡρακλείου τῶν
ἐκ Τιλώθεος vac. ? Ἀπολλώνιος̣
5Ἰσιδώρου τοῦ Πα̣υ̣ ̣ ̣ ̣ ̣
κατὰ συγγραφὴν συνοι[κισίας] κ̣α̣ὶ̣ ἄ̣λ̣λ̣α̣ς̣
ἐνθέσμους οἰκονομίας ἀνειρ̣ημένος(*)
σὺν τοῖς ἑαυτοῦ γονεῦσι Ἰσιδώρωι καὶ
Φιλίσται φερνήν μου ἐ̣ν̣ ἀ̣ρ̣γ̣(υρίου) (δραχμαῖς) Β̣, ἣν καὶ
10ἐγγυῶνται ἀλλήλους εἰς ἔκτισιν(*), διετὴς
χρόνος ἤδηι(*), ἀφείς με σ̣ὺ̣ν̣ τ̣ῶ̣ι̣ ἐξ ἀλ-
λήλων γεγονότι ἡμῖν π̣α̣ι̣δ̣ί̣ω̣ι̣ θηλυκῶι
ἐν εὐτελέσι περιβολαδίοις τὸν εἰς̣ Ἀλ[ε-]
ξάνδρειαν κατάπλουν πεποίη[τα]ι,
15καὶ ὡς μεταλαμβάνωι(*) ἀστοργότερον
διακείμενος πρός με καὶ τὸ τέκνον
ἑτέραι ἐ[κεῖ συ]νή̣ρ̣[μοστ]α̣ι̣ γυναικί, ἐξ ἧς
καὶ πεπαιδοποίηκ̣[ε, σε]σήμαγκε̣ δ̣ὲ
τ̣ῶ̣ι̣ π̣α̣τ̣ρ̣ὶ̣ αὐτοῦ διʼ ἐπιστολῆς ἐκκερμα-
20τίσαντα τὴν οἰκίαν αὐτ̣ο̣ῦ̣ καὶ τὸν κλῆρον
ἀποδοῦναί μοι τ̣ὴ̣ν̣ φερν̣ή̣ν̣, αὐτή τε
σὺν τῶι παιδίωι ὑπὸ τοῦ ἀδελφοῦ μου
παντὶ ἐπαρκουμένη μηδὲ τὴν ἀναγ-
καίαν ἔχουση(*) διατροφήν, καὶ τοῦ Ἰσι-
25δώρου μ̣η̣δ̣ʼ ἡντινοῦν ἐπ̣ε̣ι̣σ̣τ̣ροφὴν(*)
π̣ο̣ι̣ο̣υ̣μ̣έ̣ν̣ο̣υ̣, ἀξιῶ ἐὰν φαίνηται συν-
τάξαι μεταπέμψασθαι αὐτὸν ἐπί σε καὶ
συναναγκάσαι ἀποδοῦναί μοι εἰς τὰ ἀναγ-
καῖα τὴν φερνήν, ἵνʼ ὦι(*) ἀντειλημμενηι(*).
——
30 vac. ? εὐτύχει