Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν
προσόδων vac. ?
παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Μακεδόν[ος]
τῶν κατοίκων ἱππέων. τῆι νυκτὶ τῆι
5φερούσηι εἰς τὴν ιθ τοῦ ἐνεστῶτος μηνὸς
Παῦνι ἐπιβαλόντες οἱ ἐκ τῆς ἐφοδείας
κώμης Τέκμι \σὺν τοῖς τῆς κώμης ὀνηλάταις/ ἐπὶ τὸν ὑπάρχοντα
[ ̣ ̣ ̣ ̣ ̣]φ̣[ ̣] ̣ ̣ηι τῶι ἀδελφῶι μου περὶ
Μ̣[ ̣ ̣ ̣ ̣ ̣ κλῆρο]ν̣ ἀπηλλάγησαν ἔχωντες(*)
10λῃσ̣τ̣[ρικῶς χόρτου] γόμους κ, ὅθεν
κατὰ πόδα αὐ̣τ̣[ῶ]ν γενηθέντες μέχρι
τοῦ κατασταθῆναι εἰς χορτοθήκην
ἐν κώμηι Τέκμι. ἀξιῶ ἐὰν φαίνηται
συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ
15περὶ αὐτῶν διαλαβεῖν μεισοπονήρως(*)
πρὸς ἐπίστασιν ἑτέρων, ἐμοὶ δὲ ἀποδοῦναι
τὸν χόρτον ἢ τὴν τιμήν, ἵνʼ ὦ τετευχὼς
τῆς παρὰ σοῦ βοηθείας.
——
vac. ? εὐτύχει
20(hand 2) κατασταθ(ῆναι) (ἔτους(?)) λ̣ κ̣α̣ὶ̣ α̣ Π̣α̣(ῦνι) κ