Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
1/3(stamp)
Πανίσκωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Ἀδράστ[ου] τοῦ κατ̣[ ̣ ̣ ̣ ̣ ̣ τῶν]
κατοίκων ἱππέων, πρ̣ο̣ε̣σ̣τ̣η̣-
5κότος δὲ καὶ τῶν Ἱέρακος [τοῦ] ἀδελφοῦ
τοῦ πατρός μου μεταχειρίζοντος
τὰ τῆς ἐγλογιστης(*) τοῦ νομοῦ
ἐδαφῶν τῆς γεωργίας τοῦ
ἐνεστῶτος β (ἔτους). τῇ δὲ κζ
10τοῦ Χοίαχ διαπορευομένου μου
σὺν οἷς εἶχον ἐμπορήου(*) σπέρμασι
καὶ χαλκυδρίοις εἰς δαπάνην τῆς
κατασπορᾶς ὡς εἰς Τοκῶιν
προχειρισάμενος Ἡράκλειος
15ὁ λογευτὴς τῆς Σώβθεως ὑπηρέτα̣ς̣
νομαρχικο̣ὺ̣ς̣ καὶ ἀγωγήν μου
ποιησάμενοι τά τε σπέρματα
διαρπάσαντες κατακλείσαντές μ̣ε
ἐμοῦ μηδὲν ἁπλῶς βασιλικὸν
20ὀφείλοντος, μέχρι δὲ τοῦ νῦν
φερομ̣έ̣[ν]ου μου ἐν τῇ συνοχῇ
μόλις [δὲ δ]υ̣ν̣ηθεὶς κατήντηκα
ἐπὶ τὴ̣[ν] ἐ̣κ̣ σ̣οῦ βοήθειαν. ἀξιῶ
τῆς γῆς τοῦ Ἱέρακος παρε̣γ̣δραμῖν̣(*)
25εἰς̣ ἄ̣σ̣π̣ο̣ρ̣ο̣ν̣ κινδυνευούσης
ἐὰν φαίνηται συντάξαι καταστῆσαι
τὸν Ἡράκλειον ἐπὶ σέ, ὅπως
[διὰ σὲ εὕρω τῆς συνο]χ̣ῆς ἀπόλυσιν.
vΠανίσκωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Ἀδράστ[ου] τοῦ κατ̣[ ̣ ̣ ̣ ̣ ̣ τῶν]
κατοίκων ἱππέων, πρ̣ο̣ε̣σ̣τ̣η̣-
5κότος δὲ καὶ τῶν Ἱέρακος [τοῦ] ἀδελφοῦ
τοῦ πατρός μου μεταχειρίζοντος
τὰ τῆς ἐγλογιστης(*) τοῦ νομοῦ
ἐδαφῶν τῆς γεωργίας τοῦ
ἐνεστῶτος β (ἔτους). τῇ δὲ κζ
10τοῦ Χοίαχ διαπορευομένου μου
σὺν οἷς εἶχον ἐμπορήου(*) σπέρμασι
καὶ χαλκυδρίοις εἰς δαπάνην τῆς
κατασπορᾶς ὡς εἰς Τοκῶιν
προχειρισάμενος Ἡράκλειος
15ὁ λογευτὴς τῆς Σώβθεως ὑπηρέτα̣ς̣
νομαρχικο̣ὺ̣ς̣ καὶ ἀγωγήν μου
ποιησάμενοι τά τε σπέρματα
διαρπάσαντες κατακλείσαντές μ̣ε
ἐμοῦ μηδὲν ἁπλῶς βασιλικὸν
20ὀφείλοντος, μέχρι δὲ τοῦ νῦν
φερομ̣έ̣[ν]ου μου ἐν τῇ συνοχῇ
μόλις [δὲ δ]υ̣ν̣ηθεὶς κατήντηκα
ἐπὶ τὴ̣[ν] ἐ̣κ̣ σ̣οῦ βοήθειαν. ἀξιῶ
τῆς γῆς τοῦ Ἱέρακος παρε̣γ̣δραμῖν̣(*)
25εἰς̣ ἄ̣σ̣π̣ο̣ρ̣ο̣ν̣ κινδυνευούσης
ἐὰν φαίνηται συντάξαι καταστῆσαι
τὸν Ἡράκλειον ἐπὶ σέ, ὅπως
[διὰ σὲ εὕρω τῆς συνο]χ̣ῆς ἀπόλυσιν.