Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[Ἀ]νδρ[όμαχος] Ἁ̣[ρ]χήβε[ι] χαίρ̣[ε]ιν. τοῦ π̣ρὸς Λεωνίδην τὸν σιτολόγ[ον]
[χρημ]ατισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο (ἔτους) δ Χοιὰχ β.
Λεωνίδ[ηι. τ]ο̣[ῖς] ἐ[κ] ̣ ̣ ̣ ̣ ̣ τῆς Κάτω τοπαρχίας βασιλικοῖς γεω̣ρ̣[γοῖς]
μέτρησ̣ο[ν] συν̣[ε]π̣ιστέ̣λλον̣τος Ἁρχ̣ήβιος τοῦ βασι̣λ̣ι̣κ̣οῦ γραμμ[ατέως]
5εἰς δάνεια σπέρματα τοῦ εἰς τὸ δ (ἔτος) σ(πόρου) ἀπὸ τ̣ῶν ἀντ̣α̣ν̣ειρημένων(*)
διὰ τῶν προεπεσταλμένων εἰς τὸ συνε̣σ̣ταλμένον μόριον
τῶν ὑπὸ τοῦ διοικητοῦ (ἀρτάβας) υ̣ (?) τὰς μεμετριασμένας διὰ τὴν
περὶ αὐτοὺς ἀσθέ̣νειαν περὶ ὧν καὶ Τοθόην τὸν τοπογραμματέα
πλεονάκι π̣ρ̣οσμεμαρτυρηκέναι πρότερον χ̣ειρογραφήσ̣α̣σι
10τὸν βασιλικὸν ὅ̣ρκον κατασπερεῖν πᾶσα̣ν τὴν περὶ τὴν κώμην
βασιλικὴν γῆν καὶ βασιλίσσης καὶ τῶν ἄλλων πρ̣[ο]σ̣ό̣[δ]ω̣ν
καὶ μηδεμίαν ἐάσειν εἰς ἄσπορον καὶ παραδώσειν ταῦτα τε
καὶ τἆλλα τὰ προεπεσταλμένα δάνεια καὶ τὰ ἐκφόρια ἐν τῶι
Παχὼν καὶ Παυνὶ <τοῦ> τ̣ε̣τ̣άρ̣του ἔτους ἀ̣[νυ]πόλογον παντὸς
15ὑπολόγου ὄντες ἀλλήλων ἔγγυοι εἰς ἔκτεισιν(*) τ̣ῆς
ἀναδόσεως κατʼ ἄνδρα γινομένης̣ διὰ <τῆς> το̣ῦ Τοθοέως καὶ
τῶν ἄλλων τῶν εἰθισμένων γ̣νώμης̣ ὀλύρας̣ [ἀρ]τάβ(ας)
τετρακοσίας γίνον(ται) ὀλ(ύρας) (ἀρτάβαι) υ καὶ σύμβολ[ον καὶ]
[ἀν]τισύμβο(λον) ποίη(σαι) πρὸς αὐτ(οὺς) ὡς καθή(κει).
20(hand 2) τοῖς γρα(μματεῦσιν) (ἔτους) δ Χοιὰχ̣ β
(hand 3) Ἡρακλεοδώ(ρωι) (ἔτους) δ Χοι(ὰχ) β
v[χρημ]ατισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο (ἔτους) δ Χοιὰχ β.