Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
κύριος ἔστω [ -ca.?- ] χρόνον [ἐ]ν[ε]γκὼν [ ̣ ̣]υ [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] τ̣[- ca.10 -] ̣ ̣ ̣ [ ̣ ̣] ̣ ̣ [τὰς πεν-]
τακοσίας δρ[αχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ] γενόμενον κομίσητα[ι ̣ ̣ ̣ ̣] Δαιμαχ[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ βεβαι]ούτ[ω] δὲ
Διοδώρω[ι καὶ τοῖς παρὰ Διοδ]ώρου ἃ μεμί[σθω]κεν κατὰ τὴν συγγραφὴν ταύτην εἰς τὸν σ[υγγε]γραμμένον χ̣ρ̣ό-
νον καθʼ ἃ μ̣εμί[σθωκεν. ἐὰν δὲ μ]ὴ βεβαιώσηι, [ἀ]λλʼ ἐγβάλλη[ι] Δαίμαχος ἢ τῶν παρὰ Δαιμάχου τις ἢ ἄλλος τις ὑπὲρ
5Δαιμάχου [καθʼ ὁντινοῦν τρόπο]ν̣ Διόδωρον ἢ τοὺς παρὰ Διοδώρου ἐξ ὧν μεμίσθωται πρὸ τοῦ χρόνου ᾒ̣ τοῦ χρό-
νου παρελθόντος πρ̣ὸ̣ [τοῦ] α̣ὐτοὺς κομίσασθαι τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ γενό-
μενον, ἡ τε ἔφοδος τ̣ῶι ἐ̣πιπορ̣ευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω Δαίμαχος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ
Διοδω̣ρωι ἢ τοῖς παρὰ Διοδώρου καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τὰς πεν-
τακοσίας δραχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ γενόμενον παραχρῆμα, καὶ μηθὲν ἧσον(*) κυριευέτω Διόδωρος
10καὶ οἱ παρὰ Διοδώρου ὧμ(*) μεμίσθωται ἕως ἂν <ὁ> χρόνος τῆς μισθώσεως διέλθηι καὶ τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον
κ̣α̣ὶ̣ τὸ ἀνάλωμα τὸ γενόμενο̣ν κομίσηται κατὰ τὰ γεγραμμένα, καὶ ἡ πρᾶξις ἔστω Διοδώρωι καὶ τοῖς παρὰ Διοδώ-
ρου παρὰ̣ Δ̣α̣ιμ̣ά̣χου καὶ ἐκ τ[ῶν Δ]α̣ιμάχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἔγγυος εἰς ἔκτισιν τῶν πεντακοσίων δρα-
χμῶν καὶ τοῦ ἀναλώματος τ[οῦ] γενομένου καὶ̣ τῶν κατὰ τὴν συγγραφὴν τ̣α̣[ύτη]ν̣ πάντων Ἀγήνωρ Δαιμά-
χου Μακε̣[δὼν τῆς ἐπιγονῆς.] ἡ̣ δὲ συ[γ]γραφὴ ἥδε κυρία ἔστω̣ οὗ ἂν ἐπιφέρηται. μάρτυρες.
15[ -ca.?- ]το ̣[ -ca.?- ]