Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[κυρίᾳ μ]ου [ἀδ]ε̣λφῇ Σοφρ[όν]ῃ Δῖο̣ς̣ [χαίρ]ειν.
[πρὸ μὲν πάντω]ν εὔχομαι σ̣[ε] ὁλοκλη̣ρῖ̣ν̣ πα-
[ρὰ τῷ κυρί]ῳ̣ θ̣εῷ, ἔπιτα(*) καὶ τὰ ἐν̣ βίῳ̣ κάλλιστά σοι
[ὑπαρχθῆ]ναι, θαυμάζω δέ, πῶ[ς μ]έχρει(*) σή-
5[μερον] οὐδεμίαν ἡμῖν ἐπιστολὴν ἔπεμψας
[καίπερ] πολ[λ]ῶν ὄντων τῶν ἑκάστης ἡμέ-
ρ[ας κα]τερχομένων γνωρίμων. κἂν(*) νυνεὶ(*)
[δοκ]ῆ̣ι σοι, ἀ[ν]τίγραψον ἡμῖν πε[ρὶ τ]ῆ̣ς̣ [σ]ωτηρεί-
α[ς](*) σο̣[υ] καὶ τ̣ο̣[ῦ] πατρὸς [ἡ]μῶ[ν]. π[αρόντε]ς̣ ἡμ̣ῖ̣ς(*) ἐν-
10ταῦθα εὔθυ̣μο̣ί̣ ἐ̣σ̣μεν. πάντα δέ σοι δηλώ-
σω τὰ συμβ[ά]ντα μοι ἐν τ[ῇ Ἀλ]εξ[α]νδρείᾳ.
γενόμενοι τοιγαρο[ῦν ἐνταῦθ]α [οὐ]κ(*) εὕραμεν
τ[ὸ]ν ἄνθρωπον, ἐφʼ ᾧ̣ πάρ[ε]σμεν ζ̣[η]τοῦντες,
ε̣ὕ̣ρ̣α̣μ̣[ε]ν τὸν δεσπότην ἡμῶν βασ[ι]λ̣έα ἐπ[ι]δη̣-
15μ[ο]ῦν[τ]α̣. καὶ ἐκέλευσεν ἀθλητὰς ε̣[ἰσε]πενεχθῆ-
ν̣[α]ι εἰς κ[ά]μπον, καὶ κατὰ χάρ[ιν συνεστ]ά̣λην ἐγὼ
[καὶ] οἱ ἄλλοι πέντε λάθρα τῶν [ἄ]λλ[ω]ν [ἀ]θλητῶν, καὶ
[γεν]ό̣μενο̣ς̣ [ἐ]κεῖ ἐζεύχθην ἐν πρώ[το]ις παγκρατ[ι-]
[άσ]ων̣ [καὶ κα]κ̣ὴν τύχην ἔλαβα μὴ ε[ἰ]δὼς παγκρα-
20[τιάζειν. ἀσ]χημονήσας τοιγαροῦν ἐπὶ πολὺ ̣ ̣
[- ca.9 -]π̣ί̣πτων., καὶ τοῦ θεοῦ μέλλοντος
[- ca.6 - τοὺ]ς̣ πέντε προεκαλε[σά]μη̣ν παμμαχά̣
[ζει]ν̣. τοῦτ̣ο̣ [γὰρ ἤθελε]ν ὁ βασι[λε]ὺ̣ς γνῶναι, εἰ ε̣ὐ-
[θέως (?)] παρεκ̣λήθην ἑνὶ καὶ [ἑκά]στῳ ποιεῖν.
25ε̣ἰ̣δὼ̣[ν] γὰρ [τοὺς πίπτο]ντας ἐ̣κ̣ τ̣οῦ ἀγῶ̣ν̣ο̣ς̣ κοπρο̣λ-
λογ[ο]ῦ̣ντς ε̣ἰ̣ς̣ τὸ πάμμαχ̣ο̣ν̣ π̣ρ̣ο̣εκα̣λ̣ε̣σ̣ά̣μην.
[ἦ]ν̣ δὲ ἡμῶν τὸ θέμα στιχάριον λινοῦν καὶ ἑ̣κατὸν
χρυσᾶ. τὸ δ[ὲ] σ̣[τ]ι̣[χάρι]όν [ἐσ]τ[ι]ν λιτόν, καὶ τ̣ ̣[ ̣ ̣ ̣ ̣]ν̣
ἀπέ[λα]βα καὶ̣ τω̣[ ̣ ̣ ̣ χρ]εώ̣στας ἐποίησα καὶ χρυσοῦν
30νοῦμμον ἔλαβον σὺν τῷ ἀργυρίῳ καὶ οἱ ἄλλοι
πέ[ντε]
τὸ στιχάριο[ν. τ]αῦτα τῇ β̣[ ̣] τοῦ Χοίακ. καὶ τῇ κϛ
τοῦ αὐτοῦ μη[νὸς] ἦξεν τὴν ἱερὰν ἐν τῷ Λαγαίῳ, καὶ ἐκεῖ
ἐπο[ι]ησάμην, καὶ ἔλαβ[ον κ]ο[λό]β̣ιον ἀργυροῦν καὶ κολόβιο(ν)
35καὶ τὸ ἀργύριον. μ̣ὴ̣ ο̣ὖ̣ν̣ [λυ]π̣η̣θῇς, ὅτι οὐκ(*) εὕρα[μεν τὸν ἄν-]
θρωπον, ἄλλα γὰ̣ρ̣ ἡ̣ [τ]ύχη δέδωκεν. προσεχ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
τῇ ἀδελφῇ σ[ ̣ ̣ ̣ ̣]χ̣λ̣ι̣ς̣. θεοῦ δὲ θέλοντος μετὰ τὸν Μεχ̣[είρ]
σε καταλαμ[β]άνομεν ἀ̣ρ̣έ̣σ̣κοντές σοι. ἀσπάζεταί σε̣ [ ̣ ̣ ̣ ̣ ̣]
σου πολλά, ἀσπάζομαι τ̣ὸ̣ν̣ κ̣ύ̣ρ̣ι̣όν̣ μου πατέρα κα[ὶ πάντας]
40τοὺς φιλοῦντας [τὴν ἐμὴν] ψ̣υχήν.
[ἐρρῶσ]θ̣α̣ί̣ σ̣ε̣ εὔχομαι, κυρία ἀδε[λ]φ[ή], π̣ο̣λ̣λ̣ο̣ῖ̣ς̣ χρόνοις.
v[πρὸ μὲν πάντω]ν εὔχομαι σ̣[ε] ὁλοκλη̣ρῖ̣ν̣ πα-

ἀπόδ(ος) Σωφρονίῳ ἀδελφῇ εἰς Δ ̣ ̣ ̣ ̣[ -ca.?- ]
ἐ̣ν̣τ̣α̣ῦ̣θ̣α̣ γὰρ ἡ οἰκεί̣α(*), π(αρὰ) Δίου ἀδελφοῦ.
(perpendicular) Σωφρόνῃ π(αρὰ) Δίου ἀδε̣λ(φοῦ)