Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἰσεῖς Θερμουθίωι τῇ μητρὶ πλεῖστα χαίρειν. τὸ προσκύνημά
σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ [Σ]αράπιδι καὶ τοῖς
συννάοις θεοῖς. γεινώσκειν σε θέλω, ὅτι εὖ καὶ καλῶς γέγονα εἰς Ἀλεξάν-
δρειαν ἐν τέσσαρσι ἡμέραις. ἀσπάζομαι τὴν ἀδε[λ]φήν μο[υ]
5καὶ τὰ παιδία καὶ Ἐλουᾶθ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ Διοσκο-
ροῦν καὶ τὸν ἄνδρα αὐτῆς καὶ τὰ παιδία καὶ Τ[ά]μ̣αλιν καὶ τὸν
ἄνδρα αὐτῆς καὶ τὸν υἱὸν καὶ Ἥρωνα καὶ Ἀμμωνάριον καὶ τὰ παι-
δία αὐτῆς καὶ τὸν ἄνδρα καὶ Σανπατʼ καὶ τὰ παιδία αὐτῆς.
καὶ ἐὰν θελήσῃ Ἀϊῶν στρατεύσασθαι, ἐρχέσθω· στρατεύονται γὰρ
10πάντες.
—— ἐρρῶσθαι ⟦σε⟧ ὑμᾶς εὔχομαι πανοικί.
vσου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ [Σ]αράπιδι καὶ τοῖς