Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Πρωτάρχ[ω]ι
παρὰ Ἰσιδώρας τῆς Κ̣ο̣μ̣[- ca.11 -] μ̣ε̣τ̣ὰ̣ κ̣υ̣ρ̣ί̣ο̣υ̣ τ̣ο̣ῦ̣ ἀ̣[δελφοῦ Εὐτυχίδου]
[το]ῦ̣ Κ̣ο̣μ̣[ ̣ ̣ ̣ ̣] κ̣α̣ὶ̣ π̣α̣ρ̣[ὰ Δ]ιδ[ύ]μ̣η̣ς̣ [τῆς] Ἀ̣π̣ο̣λ̣[λωνίου Περ]σ̣ε̣ί̣νης [μετὰ κυρίου]
5τοῦ ἀδελφοῦ Ἰσχυρίωνος τοῦ Ἀπολλων[ίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ]
[Διδύ]μη τροφεύσειν καὶ θηλάσειν ἔ̣ξ̣ω̣ [πα]ρʼ ἑ̣α̣[υτῆι κατὰ πόλιν τῶι ἰδίωι]
αὐ̣τ̣ῆ̣ς̣ γάλακτι καθαρῶι καὶ ἀφθόρωι ἐ̣π̣ὶ̣ χ̣ρ̣[όνον μῆ]νας [δεκαὲξ ] ἀ̣π̣ὸ̣ Φ̣α̣ρ̣-
μοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου (ἔτους) [Καίσαρος] ὃ̣ ἐ̣γ̣δ̣[έδοται αὐτῇ ἡ Ἰσιδώρα]
δουλικὸν αὐτῆς παιδίον [ἀ]ναίρε[τον] ὑ̣π̣ο̣τ̣[ίτθιον ̣ ̣ ̣ ̣ ̣ ̣ ὧι ὄνομα ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
10λαμβάνουσα παρʼ αὐτῆς Ἰσιδώρας μισθ[ὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ]
μῆνα ἕκαστον ἀργυρίου δραχμὰς δέκα καὶ ἐλαίου κοτύλας δ[ύ]ο , ο̣ἷ̣ς̣ [εὐτα-]
κτουμένην αὐτὴν ποιεῖσθαι τήν τε ἑατῆς(*) καὶ τοῦ παιδίου ἐ̣π̣ι̣μ̣έ̣λ̣η̣α̣ν̣(*)
μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν [μηδʼ ἕτερον]
παραθηλάζουσαν παιδίον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν τούτου ταῦτα \σ̣ῶ̣α̣/ σ̣υ̣ν̣-
15τηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτείσειν(*) τὴν [ἑκάστου ἀξίαν πλὴν]
συνφανοῦς ἀπωλείας, ἧς καὶ φανερᾶς γενηθίσης(*) [ἀπο]λελύσ[θω. αὐτόθεν]
δʼ ἀ̣π̣έ̣σχηκεν ἡ Διδύμη παρὰ τῆς Ἰσιδώρας δ̣ι̣ὰ̣ χ̣ε̣ι̣ρ̣ὸ̣ς̣ ἐ̣ξ̣ ο̣ἴ̣κ̣ο̣υ̣ <(δραχμὰς) λ καὶ> ἔλαιον τῶν πρώτων
μηνῶν τριῶν τοῦ τε Φαρμοῦθι καὶ Παχὼν \καὶ Παῦνι/ καὶ μὴ ἐγλείπειν(*) τ[ὴν τροφείαν ἐντὸς]
τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ ἐκτίνιν(*) αὐτὴν ἅ τε [εἴληφεν τροφεῖα καὶ]
20ἃ ἐὰν προσλάβῃ σὺν ἡμιολίαι καὶ τὰ βλάβη καὶ δα[παν]ήματα, [ἐκτί]σ̣ε̣ι̣ν̣ δ̣ʼ ἔ̣τ̣ι̣ [(δραχμὰς)]
πεντακοσίας καὶ τὸ ὡρισμένον [πρόστιμον], τῆς πράξεως γεινομένης τῇ Ἰσιδώρᾳ
ἔκ τε αὐτῆς Διδύμης καὶ [ἐκ τῶν] ὑπαρχόντων αὐτῆς π̣ά̣ν̣(των) καθ[ά]περ ἐγ(*) δίκ[ης],
ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενένκῃ(*) πίστεων πασῶν σκέπης [πάσης,]
ἕκαστα δὲ αὐτῆς ἐπιτελούσης καὶ τὴν Ἰσιδώρα̣ν̣ [χο]ρ̣η̣γ̣ή̣σ̣ε̣ι̣ν̣ α̣ὐ̣τ̣ῇ
25τὰ κατὰ μῆνα τροφεῖα ὡ̣ς̣ π̣ρ̣ό̣κ̣ε̣ι̣τ̣α̣ι̣ ἐπὶ τοὺς λοιποὺς [μῆνας]
δεκατρεῖς καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνο̣υ̣ [ἢ καὶ αὐτὴν]
ἐκτίνιν(*) τὸ ἴσον ἐπίτιμον· παραβαλεῖ δὲ ἡ Διδύμη πρὸς [τὴν Ἰσιδώραν]
κατὰ μῆνα ἕκαστον ἀεὶ διὰ ἡμερῶν τεσσάρων ἄ̣γ̣ο̣υ̣σ̣α̣ [καὶ τὸ παιδίον πρὸς τὸ]
ἐπιθεωρεῖσθαι ὑπʼ αὐτῆς. ἀ̣ξ̣ι̣ο̣ῦ̣(μεν)
30(hand 2) Ἰσιδώρα συνχωρῶ κατὰ τὰ προγε[γραμμένα]
Εὐτυχίδης ἐπιγέγραμμαι κύριος τῆς ἀδελφ[ῆς] <καὶ γέγραφα>
ὑπὲρ αὐτῆς γρά(μματα) μ̣ὴ̣ ἰ̣δ̣υ̣ί̣α̣ς̣(*)
(hand 3) Διδύμη συνχωρῶ κατὰ τὰ πρ[ογεγραμμένα]
Ἰσχυρίων ἐπιγέγραμμαι [τῆς ἀδελφ-]
35ῆς μου κύριος καὶ γέγρα[φα ὑπὲρ αὐτῆ-]
ς γράματα(*) μὴ εἰδυίας
(hand 1) Ἰσιδώ(ρας) (ἔτους) ιζ
Κ̣α̣ί̣σ̣α̣ρ̣ο̣ς̣