Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀ(ντίγραφον(?))
Ὀξυρυγχι[τ]ῶν τῆ[ς] λαμπρᾶς καὶ λαμπροτάτης πόλ(εως)
ἡ κρ(ατίστη) βουλὴ δι[ὰ] Αὐρηλίου Εὐπόρου τοῦ κ(αὶ) Ἀγαθοῦ Δαί-
μονος, γενομένου κοσμητοῦ, ἐξηγητοῦ, ὑπομνημα-
5τογρά(φου) τῆ[ς] λαμπροτάτης πόλ(εως) τῶν Ἀλεξ(ανδρέων), πρυτ(ανεύσαντος)
καὶ ὡς χρημα(τίζει), βουλευτοῦ, ἐνάρχου πρυτάνεως,
βιβλιοφύλαξι ἐνκτήσεων τοῖς φιλ(τάτοις) χαίρειν·
δίκαια ἡμῖν παρέθετο ἑαυτοῦ ἠρτημένα
καθολικῶν νόμων Αὐρήλιος Ἀπολλοδίδυ-
10μος Πλουτίωνος περὶ τοῦ καταλ[ε]λέχθαι
αὐτὸν εἰς τὸν σύλλογον τῆς ἱερᾶς συνόδου,
καὶ κατὰ τὰ εἰθισμένα προσκυνήσαντες
τὰ θεῖα ἔτι μᾶλλον ταῦτα αὐτῷ ἐβεβαιώ-
σαμεν. ἐπεὶ οὖν ἀκόλουθον ἔγνωμεν εἶ-
15ναι ταῦ̣τα φανερ(ῶς) ἀν̣ενέγκαι ὑμῖν, ἵνʼ εἰδῆ-
τε τὴν ὑπάρχουσαν αὐτῷ ἐκ τῶν
νόμων ἀτέλιαν(*) καὶ τὴν δέουσαν πα-
ράθεσιν ποιήσησθε τῷ ὀνόματι αὐ-
τοῦ, ἐπιστέλλεται ὑμῖν, φίλτατοι.
20ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλ(τατοι).
(ἔτους) ε´ τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ
Σεβαστοῦ, Μεχείρ.