Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
κόλ(λημα)
Πρωτάρχωι
παρὰ vac. ? Χαιρήμονος τοῦ Ἰσιδώρου κ̣α̣ὶ̣ παρὰ Θ̣ε̣ρ̣μ̣ο̣ύ̣θιος τῆς Παδάλλου
Περσείνης(*) μ̣ε̣τ̣ὰ̣ κ̣υ̣ρ̣ί̣ο̣υ̣ τ̣ο̣ῦ̣ υ̣ἱ̣ο̣ῦ̣ Φ̣ι̣λ̣ο̣ξ̣έ̣ν̣ο̣υ̣ τοῦ Φιλοξένου καὶ αὐτο(ῦ)
5Φιλοξένου καὶ \ ̣ ̣ ̣ ̣ ἐγγυωμ̣έ̣ν̣ο̣υ̣ ε̣ἰ̣ς̣ ἔ̣κ̣τ̣ι̣σ̣ι̣ν̣/ Ἡλιοδώρου τοῦ Κανδάνου ἀμφοτέρων Π̣ε̣ρ̣σ̣ῶ̣ν̣ τῆς ἐπιγο(νῆς)
περὶ τῶν διεστ[αμέν]ων. συνχωρο̣ῦ̣σ̣ιν Θ̣ε̣ρ̣μ̣ο̣ῦθις καὶ Φιλόξενος
⟦καὶ Ἡλιόδωρος⟧ ἔχιν(*) παρὰ τοῦ [Χ]αιρήμονος δ̣ά̣ν̣ε̣ι̣ο̣ν̣ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου
Πτολεμαικοῦ δραχμὰς ἑκατὸν τ̣ό̣κ̣ω̣ν διδράχμων τ̣ο̣ῦ̣ μη̣ν̣ὸ̣ς̣ ἑκάστο(υ)
ὃ καὶ ἀποδώσειν σὺν τοῖς τόκοις ἐν ἡμέραις τ̣ρ̣ι̣ά̣κ̣ο̣ν̣τ̣α̣ ἀ̣π̣ὸ̣ τ̣ε̣σ̣σ̣α̣ρ̣ε̣σ̣-
10καιδεκάτης τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ἑπτακαιδεκάτου ἔτους
Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ
συνέχεσθαι μ̣έ̣χ̣ρ̣ι̣ τοῦ ἐκτῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίαι, τοὺς δὲ τόκους ἁπλο(ῦς),
τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τῆς πράξεως γεινομένης τῷ Χαιρήμο(νι)
ἐκ τῶν ὑποχρέ(ων) Θερμούθιος καὶ Φιλοξένου καὶ ἐκ τοῦ ἐνγύου(*) Ἡλιοδώρου
15καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων κα[θάπε]ρ ἐγ(*) δ(ίκης)
ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενένκωσιν(*) πίστεων πασῶν σκέπης πάσης.
——
(ἔτους) ιζ Καίσαρος Φαρμοῦθι ιδ ζ(?)( )
Πρωτάρχωι
παρὰ Ἡλιοδώρο(υ) τοῦ Κανδάνου καὶ παρὰ Θερμούθιο(ς) τῆς Κανδάνου Περ-
20σεινη(*) μετὰ κυρίου τοῦ υἱοῦ Φιλοξένου Πέρσου τῆ(ς) ἐπιγ(ονῆς) καὶ
αὐτοῦ Φιλοξένο(υ) περὶ τῶν διεσταμέ(νων). συνχωρ(οῦσι) Θερμοῦθις καὶ Φιλόξενο(ς) παρέ-
ξεσθαι τὸν Ἡλιόδωρο(ν) ἀπερίσπαστο(ν) καὶ ἀπαρενόχλη(τον) ὑπὲρ ὧν ἐνγυᾶται
αὐτο(ὺς) δανειζομένο(υς) παρὰ Χαιρή(μονος) τοῦ Ἰσιδώρο(υ) κατὰ τὴ(ν) ἀ̣π̣ὸ̣ τ̣α̣ύ̣τ̣η̣ς̣ τετελει-
ωμένη(ν) διὰ τοῦ αὐτοῦ κριτη(ρίου) συγχώρη(σιν) ἀργυ(ρίου) (δραχμὰς) ἑκατὸν τόκ(ων) διδρ[άχμ(ων)]
25εἰς ἡμέρ(ας) τριάκοντα ἀπὸ τοῦ ἐνε(στῶτος) μη(νὸς) Φαρμ(οῦθι) τοῦ ιζ (ἔτους) Καίσαρος καὶ ἐπ̣ά̣-
ναγ(κον) καταβαλ(εῖν) ἀμφο(τέρους) τῷ Χαιρή(μονι) τὰς τοῦ ἀργυ(ρίου) (δραχμὰς) καὶ τοὺς τόκ(ους) ἐν τῇ προκ(ειμένῃ)
ἡμέρ(ᾳ) πρὸς τὸ περιλυθῆ(ναι) τὸν Ἡλιόδωρο(ν), ἐὰν δέ τι παραβ(αίνωσιν) ἐκτίν(ειν) αὐτοὺς
ὃ ἐὰν πραχθῇ ἢ βλαβῇ ὁ Ἡλιόδωρο(ς) τοῦ δανείου χ̣ ἀ̣ρ̣γ̣υ(ρίου) (δραχμὰς(?)) ἑ̣κ̣α̣τ̣ὸ̣(ν)
καὶ τόκ(ων) τῆς πράξεως γεινομ(ένης) τῶι Ἡλιοδώρ(ωι) ἔκ τε ἀμφο(τέρων) ἀλληλενγύων
30εἰς ἔκτι(σιν) καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆ(ται) καὶ ἐκ τῶν ὑπαρχ(όντων) αὐτοῖς καθάπερ ἐγ(*) δίκ(ης) ἀκύρ(ων) οὐσῶν καὶ
ὧν ἐὰν ἐπενένκ(ωσι)(*) πίστε(ων) πασῶν σκέπ(ης) πάση(ς).
(ἔτους) ιζ Καίσαρος Φαρμο(ῦθι) ιδ