Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
παρὰ Ἰσιδώρας τῆς Ἡρακλείδου τοῦ καὶ Διονυσίου μετὰ
⟦μετὰ⟧ κυρίου τοῦ ἀδελφοῦ Βακχίου τοῦ Ἡρακλείδου
τοῦ καὶ Διονυσίου Ἀλθαιέως καὶ παρὰ Διονυσίου τοῦ
5Διονυσίου Ἰσιδείου. συγχωροῦσιν Ἰσιδώρα καὶ
Διονύσιος συνεληλυθέναι ἀλλήλοις πρὸς γάμο(ν),
Διονύσιος δὲ καὶ εἰληφέναι παρὰ τῆς Ἰσιδώρας
διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα ἐν ἀργυ(ρίου)
δραχμαῖς ἑκατὸν ἐνωτίων χρυ[σ]ῶν ζεῦγος ̣ ̣ ̣
10δύο καὶ ἀργυρίου Πτολεμαικοῦ ἐπισήμου
δραχμὰς ἑξήκοντα , τὸν Διονύσιον ἀπεσχη-
κότα τὴν προκειμένην φερνὴν τρέφειν καὶ
ἱματίζειν τὴν Ἰσιδώραν ὡς γυναῖκα γα[μετὴν]
κατὰ δύναμιν καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ὑ-
15βρίζειν μήδʼ ἐγβάλλειν μήδʼ ἄλλην γυναῖκα
ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιο-
λίᾳ τῆς πράξεως γινομένης ἔκ τε αὐτοῦ
Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐγ(*) δίκης, καὶ τὴν δὲ Ἰσιδώραν μήτε ἀπό-
20κοιτον μήτε ἀφήμερον γείνεσθαι ἀπὸ τῆς
Διονυσίου οἰκίας ἄνευ τῆς Διονυσί[ου] γνώμης
μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ
συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμέ-
νην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς, θέσθ̣α̣ι̣ [δ]ὲ
25αὐτοὺς καὶ τὴν ἐφʼ ἱεροθυτῶν περὶ γάμου
συνγραφὴν ἐν ἡμέραις χρηματιζούσαις πέντε
ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν̣ καθʼ ἣν ἐνγραφήσε-
ται ἥ τε φερνὴ καὶ τἆλλα(*) τὰ ἐν ἔθει ὄντα καὶ
τὰ περὶ τῆς ὁποτέρου τῶν γαμούντων τελευ-
30τῆς, ὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κριθῆι̣. ἀξ(ιοῦμεν(?))
——