Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
(πε)ρ(ὶ) φοιν̣ι̣κ(οδοκίων).
ἐν ὀνόματι τοῦ θεοῦ. [Κόρρα υἱὸς Σζερὶχ σύμβουλος]
Βασιλείῳ διοικητῇ Ἀφροδιτ(ώ). εὐχαριστοῦμεν τῷ θεῷ καὶ μετὰ ταῦτα·
ἐγνώσθη ἡμῖν ὡς πολλοί τινες ἀγοράζουσιν ἐν τῇ διοικήσει σου
5φοινικοδόκια εἰς ὀλίγην τιμὴν ἄνευ ἐπιτροπῆς
καὶ ἡμετέρων γραμμάτων. καὶ ἐάν ἐστι τοῦτο ἀληθές, κατεφρόνησ̣ες
τῆς ψυχῆς σου καὶ στράταν δέδωκες κατά σου. δεχόμενος οὖν
τὰ πα̣ρόντα γράμματα μὴ συγχωρήσῃς παντοῖον τινὰ
ποιῆσαι ἀγορασίαν φοινικίων ἐν τῇ διοικήσει σου
10εἰ μὴ διʼ ἡμετέρων γραμμάτων, καὶ ἡνίκα γράψωμεν πρός σε
περὶ ἀγορασίας οἱουδήποτε ἀνθρώπου ἐκ τῶν τοιούτων
φοινικοδοκίων, μὴ συγχωρήσῃς δοθῆναι εἰ μὴ κατὰ πεντήκοντα
πήχεις τοῦ νομίσματος, μὴ καταπιστεύων τινὶ τὸ κεφάλαιον
τοῦτο, ἀλλὰ σὺ διὰ σεαυτοῦ μεσάζων μετʼ ἀκριβείας πάσης,
15ὅπως ὡς εἴρηται μὴ δοθῇ τινί τι ἐκ περιττοῦ τῆς διατιμήσεως
ἧς ὁρίσαμεν(*) εἰς τὰ τοιαῦτα φοινικοδόκια. μὴ εὕρομεν(*) οὖν
ὅτι οἱ ἐπικείμενοι τοῦ τελωνίου Βαβυλῶνος ηὗράν σε
ἀπολύσαντα παντοῖον φοινικοδόκιν ἀπὸ τῆς διοικήσεώς σου
παντοίῳ προσώπῳ εἰ μὴ διʼ ἡμετέρων γραμμάτων,
20ὡς πολλάκις εἴρηται, μήτε μὴν δοθῆναί τι ἄνωθεν τῆς
διατιμήσεως ἧς ἐξεθέμεθα ἐν γρ(άμμασι) καταγνωσθῇς.
παραλείψας τι τῆς ἡμετέρας κελεύσεως ἐν τούτοις
μέλλεις ἀπολαβεῖν ἐν σώματι καὶ βαλαντίῳ. ἐγρ(άφη) μ(ηνὸς)
Μ(ε)χ(εὶρ) ἰνδ(ικτίον)ο(ς) η.
vἐν ὀνόματι τοῦ θεοῦ. [Κόρρα υἱὸς Σζερὶχ σύμβουλος]