Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἀντίγρ]αφον ἐπιστολῆς.
[Βαιη]νὸς Βλοστιανὸς(*) Φωκίωνι στρα(τηγῷ) Ἀρσινοίτου Θε(μίστου) καὶ Πολ(έμωνος) μερίδω(ν) χα(ίρειν).
[τὰ] ἐπικεφάλεια τῶν ἀνακεχωρηκότων ἀπόρων συνήθως
[ἐκ μ]ε̣ρισμοῦ εἰσφερόμενα συνχωρῶι πρὸς τὸ παρὸν
5[ἐπ]ισκεθῆναι(*), ἵνα οἱ ἐν ἀναχωρήσι(*) ὄντες ἐπανέλθωσι
εἰς τὴν οἰκίαν καὶ οἱ ὄντες συμμένειν δύνονται
καὶ ὅπως τοῦτο πάντες εἰδῶσι τῆς ἐπιστολῆς μου
τὸ ἀντὶγραφον προτεθῆναι ἔν τε τῇ μητροπόλι(*) καὶ
καθʼ ἑκάστην κώμην. προσήκει δὲ καὶ σέ μὴ μόνον
10ταῖς τῶν πρακτόρων καὶ τῶν ἄλλων πραγματικῶν
προσφωνήσεσει προσέχειν, ἀλλὰ ἐπιμελῶς ἐ̣ξ̣ε̣τάζε̣[ιν]
τίνες εἰσὶ οἱ τῷ ὄντι ἀνακε̣χ̣ω̣ρηκό̣τ̣ε̣ς τ̣[ -1-2- ]ς̣
προθέντα καὶ τὴν γραφὴν δημοσίᾳ̣ ἐν τα̣ῖ̣ς κώμαις
ὅθεν ἕκαστοι ἀνεχώρησαν. εἰ γὰρ πρὸς τὸ παρὸν
15ἀναγκαία ἐγένετο ὑπέρθεσις τῆς εἰσπράξεως, ἄλλου
προνοηταίον(*) ἐστίν, μηδὲ ὕστερον τοὺς ἐπι-
χωρίους κατ̣[αβα]ρεῖσθαι εἰσφοραῖς τῶν οὐκ ἀνακε-
χωρηκότων.
ἐρρῶσθ(αί) <σε> βούλομαι.
20(ἔτους) η ὅλων Μεχεὶρ κϛ.