Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀν[τί]γρα(φον) ἐπ̣ισ̣τ[ολ(ῆς) τοῦ κυρίου με]θηρμ[ην]ευ-
μένης [κατὰ τὸ δυνατ]ὸ̣ν̣
[ἥ γ]ε̣ Τραι[α]νο[ῦ Ἁδριανοῦ Σεβαστο]ῦ <τὸ γ>
[Που]π̣λίου Δ̣[ασσουμίου Ῥου]στικοῦ
5[ὑπά]τοις προε[τέθη ἐν Ἀλεξ(ανδρείᾳ) ἐν τ]ῇ παρεμβολ(ῇ)
τ̣ῆ̣[ς] χειμασία[ς λεγιῶνο(ς) τρίτης] Κυ[ρ]ηναικῆς
κ[αὶ] λεγιῶνο(ς) [β] κ[αὶ εἰκο]στ[ῆ]ς Δη̣ιοτεριανῆς
πρίδιε νό[ν]ας Ἀουγο[ύσ]τας, ὅ ἐ̣σ̣τ̣ι̣ν̣ Μεσορὴ
ια ἐν πρινκε[π]ίοι[ς].
10ἐπί[σ]ταμαι, Ῥάμμιέ μου, τ[ο]ύτους, ο[ὓ]ς οἱ
γονεῖς αὐτῶν τῷ τῆς στρατείας ἀνεί-
λα[ν]το χρόνῳ, τὴν πρὸς τὰ πατρικὰ
[ὑπάρ]χοντα πρόσοδον κεκωλῦσθαι,
κ[αὶ τ]οῦτο οὐκ ἐδόκει σκληρὸν ε[ἶ]ναι
15[τὸ ἐν]αντίον αὐτῶν τῆς στρατιω[τι]κῆ[ς]
[διδα]χῆς πεποιηκότων. ἥδιστα δὲ
αὐτὸς προείεναι(*) τὰς ἀφορμὰς διʼ ὧν
τὸ αὐστηρότερον ὑπὸ τῶν πρὸ ἐμοῦ
Αὐτοκρατόρων σταθὲν φιλανθρωπό-
20τερ[ο]ν ἑρμηνεύω. ὅνπερ τοιγαροῦν
τ[ρόπ]ον οὔκ εἰσιν νόμιμοι κληρο-
[νόμ]οι τῶν ἑαυτῶν πατέρων οἱ τῷ
[τ]ῆς στρατε[ί]ας χρόνῳ ἀναλ[η]μφθέν-
τες, ὅμως κατ[ο]χὴ[ν] ὑ[πα]ρχόντων
25ἐξ ἐκείνου τοῦ μέ[ρ]ους τοῦ διατάγμα-
τος, οὗ καὶ τοῖς πρὸς [γ]ένους συνγενέσι
δίδοται, αἰτεῖσθαι δύνασθαι καὶ αὐτοὺς
κρε[ίν]ω(*). ταύτην μου τὴν δωρεὰν
καὶ τοῖς στρατιώταις ἐμοῦ καὶ τοῖς οὐε-
30τρανοῖς εὔγνωστόν σε ποιῆσαι δεή-
σει, οὐχ ἕνεκα τοῦ δοκεῖν με αὐτοῖς
ἐνλογεῖν, ἀλλὰ ἵνα τούτῳ χρῶνται,
ἐὰν ἀγνοῶσι.
μένης [κατὰ τὸ δυνατ]ὸ̣ν̣
[ἥ γ]ε̣ Τραι[α]νο[ῦ Ἁδριανοῦ Σεβαστο]ῦ <τὸ γ>
[Που]π̣λίου Δ̣[ασσουμίου Ῥου]στικοῦ
5[ὑπά]τοις προε[τέθη ἐν Ἀλεξ(ανδρείᾳ) ἐν τ]ῇ παρεμβολ(ῇ)
τ̣ῆ̣[ς] χειμασία[ς λεγιῶνο(ς) τρίτης] Κυ[ρ]ηναικῆς
κ[αὶ] λεγιῶνο(ς) [β] κ[αὶ εἰκο]στ[ῆ]ς Δη̣ιοτεριανῆς
πρίδιε νό[ν]ας Ἀουγο[ύσ]τας, ὅ ἐ̣σ̣τ̣ι̣ν̣ Μεσορὴ
ια ἐν πρινκε[π]ίοι[ς].
10ἐπί[σ]ταμαι, Ῥάμμιέ μου, τ[ο]ύτους, ο[ὓ]ς οἱ
γονεῖς αὐτῶν τῷ τῆς στρατείας ἀνεί-
λα[ν]το χρόνῳ, τὴν πρὸς τὰ πατρικὰ
[ὑπάρ]χοντα πρόσοδον κεκωλῦσθαι,
κ[αὶ τ]οῦτο οὐκ ἐδόκει σκληρὸν ε[ἶ]ναι
15[τὸ ἐν]αντίον αὐτῶν τῆς στρατιω[τι]κῆ[ς]
[διδα]χῆς πεποιηκότων. ἥδιστα δὲ
αὐτὸς προείεναι(*) τὰς ἀφορμὰς διʼ ὧν
τὸ αὐστηρότερον ὑπὸ τῶν πρὸ ἐμοῦ
Αὐτοκρατόρων σταθὲν φιλανθρωπό-
20τερ[ο]ν ἑρμηνεύω. ὅνπερ τοιγαροῦν
τ[ρόπ]ον οὔκ εἰσιν νόμιμοι κληρο-
[νόμ]οι τῶν ἑαυτῶν πατέρων οἱ τῷ
[τ]ῆς στρατε[ί]ας χρόνῳ ἀναλ[η]μφθέν-
τες, ὅμως κατ[ο]χὴ[ν] ὑ[πα]ρχόντων
25ἐξ ἐκείνου τοῦ μέ[ρ]ους τοῦ διατάγμα-
τος, οὗ καὶ τοῖς πρὸς [γ]ένους συνγενέσι
δίδοται, αἰτεῖσθαι δύνασθαι καὶ αὐτοὺς
κρε[ίν]ω(*). ταύτην μου τὴν δωρεὰν
καὶ τοῖς στρατιώταις ἐμοῦ καὶ τοῖς οὐε-
30τρανοῖς εὔγνωστόν σε ποιῆσαι δεή-
σει, οὐχ ἕνεκα τοῦ δοκεῖν με αὐτοῖς
ἐνλογεῖν, ἀλλὰ ἵνα τούτῳ χρῶνται,
ἐὰν ἀγνοῶσι.