Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀ[ντ]ί[γ]ραφον [ἀπ]ογρα[φ]ῆς.
Ἀμμωνίῳ [καὶ Σαραπ]ί̣ωνι γ[υμ]να[σιαρ]χ(ήσασι)
βιβλιοφύλαξι [τῆς ἐ]ν Ἀρσινοει[τ(ῶν) πόλ(ει)]
δημοσίας βιβ[λιοθήκ]ης
5παρὰ Πασόξεως το[ῦ] Παήσιος τοῦ Μυὸ(ς)
ἱερέως τῶν ἀ[πὸ] Καρανίδος τῆς Ἡρ(ακλείδου)
μερίδος. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου
ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου
προστεταγμένα ἀπογράφομαι εἰς
10τὴν ἐνεστῶσαν ἡμέραν τὰ ὑπάρχοντά
μοι ὄντα καθαρὰ ἀπό τε ὀφίλης(*) καὶ
ὑ[π]οθήκης καὶ παντὸς διεγγυήματος
ἐν τῇ προκειμένηι κώμηι πατρικὸν
τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ψειλοὺς(*)
15τόπους βίκων δύο ἡμίσους , οὓς ἠγόρα-
σα παρὰ Μεσοήριος τοῦ Νεκφερῶτ̣ος
τῶι ε (ἔτει) Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
καὶ ἐν τῇ κώμηι οἰκίαν, ἣν ἠγόρασα
20παρὰ Ὀννώφ[ρ]ιος τοῦ Πετεοραίπιος
τῶι ϛ (ἔτει) Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
ὅτι δʼ ἂν ἀπὸ το[ύτ]ων ἐξοικονομήσω
ἢ καὶ προσαγο[ρ]άσωι, πρότερο̣ν ―
25προσαγγελῶν̣, ὡς ἐκελευσθηι(*).
——
Ἀμμωνίῳ [καὶ Σαραπ]ί̣ωνι γ[υμ]να[σιαρ]χ(ήσασι)
βιβλιοφύλαξι [τῆς ἐ]ν Ἀρσινοει[τ(ῶν) πόλ(ει)]
δημοσίας βιβ[λιοθήκ]ης
5παρὰ Πασόξεως το[ῦ] Παήσιος τοῦ Μυὸ(ς)
ἱερέως τῶν ἀ[πὸ] Καρανίδος τῆς Ἡρ(ακλείδου)
μερίδος. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου
ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου
προστεταγμένα ἀπογράφομαι εἰς
10τὴν ἐνεστῶσαν ἡμέραν τὰ ὑπάρχοντά
μοι ὄντα καθαρὰ ἀπό τε ὀφίλης(*) καὶ
ὑ[π]οθήκης καὶ παντὸς διεγγυήματος
ἐν τῇ προκειμένηι κώμηι πατρικὸν
τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ψειλοὺς(*)
15τόπους βίκων δύο ἡμίσους , οὓς ἠγόρα-
σα παρὰ Μεσοήριος τοῦ Νεκφερῶτ̣ος
τῶι ε (ἔτει) Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
καὶ ἐν τῇ κώμηι οἰκίαν, ἣν ἠγόρασα
20παρὰ Ὀννώφ[ρ]ιος τοῦ Πετεοραίπιος
τῶι ϛ (ἔτει) Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
ὅτι δʼ ἂν ἀπὸ το[ύτ]ων ἐξοικονομήσω
ἢ καὶ προσαγο[ρ]άσωι, πρότερο̣ν ―
25προσαγγελῶν̣, ὡς ἐκελευσθηι(*).
——