Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Φιλοξένωι κοσμητεύσαντι στρατηγῶι
Ἀρσινοΐτου Θεμίστου μερίδος
παρὰ Ἑρ[ι]έως τοῦ Σαταβοῦτος τῶν ἀπὸ τῆς Σο-
κνεπαίου Νήσου. ἐμισθωσάμην ἔτι ἀπ[ὸ τοῦ]
5ιγ (ἔτους) θεοῦ Κλαυδίου ἐκ τῆς πρότερον Ναρκίσσου
οὐσίας ἐλαιουργῖον ἐπὶ φόρωι (δραχμῶν) σ καὶ ἐλαίου
χόεσι τρισί . ἔκτοτε δὲ τῶν προεστώτω[ν]
μὴ δόντων εἰς τὸ ὄργανον μήτε χοινικίδε[ς](*)
μήτε τὰ ἄλλα, ἃ ἔδει, αὐτὸς ἠναγκάσθην ἐκ
10τοῦ ἰδίου ἀγοράσας ἐξαρτίσαι καὶ μηχανὴ[ν]
ὁμοίως καὶ θυίας καὶ τὰ ἄλλα τὰ ἐνχρῄζοντα
πάλιν ἐκ τοῦ ἰδίου, μηδεμίαν μου ἐπιστρ[ο-]
φὴν ποιησαμένων αὐτῶν. ἐπεὶ οὖν καὶ αὐ-
τὸ τὸ ἐλαιουργῖον συνεχυτρώθη καὶ ἠναγ-
15κάσθην δοκοὺς καὶ ἐρείσματα παρατιθένα[ι]
καὶ διετίαι ἀναγκάζομαι ἔξω τοῦ ἐλαιουργίου
ὢν τοὺς φόρους ἐξ [οἰ]κόθεν διαγράφειν, ἀξιῶ
οὐκέτι εὐ[τον]ῶν ὑπομέν[ειν] τὰς ζημίας
ἐπαναγκάσαι τοὺς πρ[ο]εστῶτας ἀπαρενόχλη-
20τόν με ποιῆσαι ὑπὲρ τ[ῶ]ν φόρων.